< Ἐσθήρ 6 >
1 ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ
Εν εκείνη τη νυκτί ο ύπνος έφυγεν από του βασιλέως· και προσέταξε να φέρωσι το βιβλίον των υπομνημάτων των χρονικών· και ανεγινώσκοντο ενώπιον του βασιλέως.
2 εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ
Και ευρέθη γεγραμμένον ότι ο Μαροδοχαίος απήγγειλε περί του Βιχθάν και Θερές, δύο εκ των ευνούχων του βασιλέως, θυρωρών, οίτινες εζήτησαν να επιβάλωσι χείρα επί τον βασιλέα Ασσουήρην.
3 εἶπεν δὲ ὁ βασιλεύς τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως οὐκ ἐποίησας αὐτῷ οὐδέν
Και είπεν ο βασιλεύς, Ποία τιμή και αξιοπρέπεια έγεινεν εις τον Μαροδοχαίον διά τούτο; Και είπον οι δούλοι του βασιλέως οι υπηρετούντες αυτόν, Δεν έγεινεν ουδέν εις αυτόν.
4 ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου ἰδοὺ Αμαν ἐν τῇ αὐλῇ εἶπεν δὲ ὁ βασιλεύς τίς ἐν τῇ αὐλῇ ὁ δὲ Αμαν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ ᾧ ἡτοίμασεν
Και είπεν ο βασιλεύς, Τις είναι εν τη αυλή; είχε δε ελθεί ο Αμάν εις την εξωτέραν αυλήν του βασιλικού οίκου, διά να είπη προς τον βασιλέα να κρεμάση τον Μαροδοχαίον εις το ξύλον το οποίον ητοίμασε δι' αυτόν.
5 καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ἰδοὺ Αμαν ἕστηκεν ἐν τῇ αὐλῇ καὶ εἶπεν ὁ βασιλεύς καλέσατε αὐτόν
Και είπον προς αυτόν οι δούλοι του βασιλέως, Ιδού, ο Αμάν ίσταται εν τη αυλή. Και είπεν ο βασιλεύς, Ας εισέλθη.
6 εἶπεν δὲ ὁ βασιλεὺς τῷ Αμαν τί ποιήσω τῷ ἀνθρώπῳ ὃν ἐγὼ θέλω δοξάσαι εἶπεν δὲ ἐν ἑαυτῷ Αμαν τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ
Και ότε εισήλθεν ο Αμάν, είπε προς αυτόν ο βασιλεύς, Τι πρέπει να γείνη εις τον άνθρωπον, τον οποίον ευαρεστείται ο βασιλεύς να τιμήση; Ο δε Αμάν εστοχάσθη εν τη καρδία αυτού, εις ποίον άλλον ο βασιλεύς ήθελεν ευαρεστηθή να κάμη τιμήν, παρά εις εμέ;
7 εἶπεν δὲ πρὸς τὸν βασιλέα ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι
Απεκρίθη λοιπόν ο Αμάν προς τον βασιλέα, Περί του ανθρώπου, τον οποίον ο βασιλεύς ευαρεστείται να τιμήση,
8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται καὶ ἵππον ἐφ’ ὃν ὁ βασιλεὺς ἐπιβαίνει
ας φέρωσι την βασιλικήν στολήν, την οποίαν ο βασιλεύς ενδύεται, και τον ίππον επί του οποίου ο βασιλεύς ιππεύει, και να τεθή το βασιλικόν διάδημα επί της κεφαλής αυτού·
9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπᾷ καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει
και η στολή αύτη και ο ίππος ας δοθώσιν εις την χείρα τινός εκ των μεγαλητέρων αρχόντων του βασιλέως, διά να στολίση τον άνθρωπον τον οποίον ο βασιλεύς ευαρεστείται να τιμήση· και φέρων αυτόν έφιππον διά των οδών της πόλεως ας κηρύττη έμπροσθεν αυτού, ούτω θέλει γίνεσθαι εις τον άνθρωπον, τον οποίον ο βασιλεύς ευαρεστείται να τιμήση.
10 εἶπεν δὲ ὁ βασιλεὺς τῷ Αμαν καθὼς ἐλάλησας οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας
Και είπεν ο βασιλεύς προς τον Αμάν, Σπεύσον, λάβε την στολήν και τον ίππον, ως είπας, και κάμε ούτως εις τον Μαροδοχαίον τον Ιουδαίον τον καθήμενον εν τη βασιλική πύλη· ας μη λείψη μηδέν εκ πάντων όσα είπας.
11 ἔλαβεν δὲ Αμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι
Και έλαβεν ο Αμάν την στολήν και τον ίππον, και εστόλισε τον Μαροδοχαίον και έφερεν αυτόν έφιππον διά των οδών της πόλεως, κηρύττων έμπροσθεν αυτού, ούτω θέλει γίνεσθαι εις τον άνθρωπον, τον οποίον ο βασιλεύς ευαρεστείται να τιμήση.
12 ἐπέστρεψεν δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς
Και επανήλθεν ο Μαροδοχαίος εις την πύλην του βασιλέως· ο δε Αμάν έσπευσε προς τον οίκον αυτού περίλυπος και έχων την κεφαλήν αυτού κεκαλυμμένην.
13 καὶ διηγήσατο Αμαν τὰ συμβεβηκότα αὐτῷ Ζωσαρα τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή εἰ ἐκ γένους Ιουδαίων Μαρδοχαῖος ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ πεσὼν πεσῇ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι ὅτι θεὸς ζῶν μετ’ αὐτοῦ
Και διηγήθη ο Αμάν προς Ζερές την γυναίκα αυτού και προς πάντας τους φίλους αυτού παν ό, τι συνέβη εις αυτόν. Και είπον προς αυτόν οι σοφοί αυτού και Ζερές η γυνή αυτού, Εάν ο Μαροδοχαίος, έμπροσθεν του οποίου ήρχισας να εκπίπτης, ήναι εκ του σπέρματος των Ιουδαίων, δεν θέλεις κατισχύσει εναντίον αυτού, αλλ' εξάπαντος θέλεις πέσει έμπροσθεν αυτού.
14 ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Αμαν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Εσθηρ
Ενώ ελάλουν έτι μετ' αυτού, έφθασαν οι ευνούχοι του βασιλέως και έσπευσαν να φέρωσι τον Αμάν εις το συμπόσιον, το οποίον ητοίμασεν η Εσθήρ.