< Ἐσθήρ 5 >

1 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ
سه روز بعد، استر لباس سلطنتی خود را پوشید و وارد تالار مخصوص پادشاه شد. روبروی تالار، اتاقی قرار داشت که در آنجا پادشاه روی تخت سلطنتی نشسته بود. وقتی پادشاه استر را در تالار ایستاده دید، او را مورد لطف خود قرار داده، عصای طلایی خود را به سوی او دراز کرد. استر جلو رفت و نوک عصای او را لمس کرد.
2 καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν λάλησόν μοι
3 καὶ εἶπεν ὁ βασιλεύς τί θέλεις Εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι
آنگاه پادشاه پرسید: «ملکه استر، درخواست تو چیست؟ هر چه بخواهی به تو می‌دهم، حتی اگر نصف مملکتم باشد!»
4 εἶπεν δὲ Εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον
استر جواب داد: «پادشاها، تمنا دارم امشب به اتفاق هامان به ضیافتی که برای شما ترتیب داده‌ام تشریف بیاورید.»
5 καὶ εἶπεν ὁ βασιλεύς κατασπεύσατε Αμαν ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν Εσθηρ
پادشاه برای هامان پیغام فرستاد که هر چه زودتر بیاید تا در ضیافت استر شرکت کنند. پس پادشاه و هامان به مجلس ضیافت رفتند.
6 ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ τί ἐστιν βασίλισσα Εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς
موقع صرف شراب، پادشاه به استر گفت: «حال بگو درخواست تو چیست. هر چه بخواهی به تو می‌دهم، حتی اگر نصف مملکتم باشد!»
7 καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου
استر جواب داد: «خواهش و درخواست من این است: اگر مورد لطف پادشاه قرار گرفته‌ام و پادشاه مایلند که درخواست مرا اجابت نمایند، فردا نیز به اتفاق هامان در این ضیافت شرکت کنند. آنگاه درخواست خود را به عرض خواهم رسانید.»
8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά
9 καὶ ἐξῆλθεν ὁ Αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα
هامان شاد و خوشحال، از ضیافت ملکه برگشت. ولی همین که در کاخ چشمش به مردخای افتاد که نه پیش پای او بلند شد و نه به او تعظیم کرد، به شدت خشمگین شد؛
10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαραν τὴν γυναῖκα αὐτοῦ
اما خودداری کرده، چیزی نگفت و به خانه رفت. سپس تمام دوستانش را به خانه خود دعوت کرده در حضور ایشان و زن خود «زِرِش» به خودستایی پرداخت و از ثروت بی‌حساب و پسران زیاد خود و از عزت و احترامی که پادشاه به او بخشیده و اینکه چگونه والاترین مقام مملکتی را به او داده است، تعریف کرد.
11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας
12 καὶ εἶπεν Αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ’ ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι
سپس گفت: «از این گذشته، ملکه استر نیز فقط مرا همراه پادشاه به ضیافت خصوصی خود دعوت کرد. فردا هم قرار است همراه پادشاه به ضیافت او بروم.
13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ
اما وقتی در دربار، این مردخای یهودی را می‌بینم همهٔ اینها در نظرم بی‌ارزش می‌شود.»
14 καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον
دوستان و همسر هامان به او پیشنهاد کردند که چوبهٔ داری به بلندی بیست و پنج متر درست کند و فردا صبح از پادشاه اجازه بگیرد و مردخای را روی آن به دار بیاویزد. سپس با خیال راحت همراه پادشاه به ضیافت برود. هامان این پیشنهاد را بسیار پسندید و دستور داد چوبهٔ دار را آماده کنند.

< Ἐσθήρ 5 >