< Ἐσθήρ 5 >
1 καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ
Την τρίτην δε ημέραν ενδυθείσα η Εσθήρ την βασιλικήν στολήν εστάθη εν τη εσωτέρα αυλή του βασιλικού οίκου, απέναντι του οίκου του βασιλέως· και ο βασιλεύς εκάθητο επί του βασιλικού θρόνου αυτού εν τω βασιλικώ οίκω, απέναντι της πύλης του οίκου.
2 καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν λάλησόν μοι
Και ως είδεν ο βασιλεύς την Εσθήρ την βασίλισσαν ισταμένην εν τη αυλή, εύρηκε χάριν ενώπιον αυτού· και εξέτεινεν ο βασιλεύς προς την Εσθήρ το χρυσούν σκήπτρον το εν τη χειρί αυτού· και επλησίασεν η Εσθήρ και ήγγισε το άκρον του σκήπτρου.
3 καὶ εἶπεν ὁ βασιλεύς τί θέλεις Εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι
Και είπε προς αυτήν ο βασιλεύς, Τι θέλεις, βασίλισσα Εσθήρ; και τις η αίτησίς σου; και έως του ημίσεος της βασιλείας θέλει δοθή εις σε.
4 εἶπεν δὲ Εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ Αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον
Και απεκρίθη η Εσθήρ, Εάν ήναι αρεστόν εις τον βασιλέα, ας έλθη ο βασιλεύς και ο Αμάν την ημέραν ταύτην εις το συμπόσιον, το οποίον ητοίμασα δι' αυτόν.
5 καὶ εἶπεν ὁ βασιλεύς κατασπεύσατε Αμαν ὅπως ποιήσωμεν τὸν λόγον Εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν Εσθηρ
Και είπεν ο βασιλεύς, Επισπεύσατε τον Αμάν, διά να κάμη τον λόγον της Εσθήρ. Και ήλθον ο βασιλεύς και ο Αμάν εις το συμπόσιον, το οποίον έκαμεν η Εσθήρ.
6 ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ τί ἐστιν βασίλισσα Εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς
Και είπεν ο βασιλεύς προς την Εσθήρ επί του συμποσίου του οίνου, Τι το ζήτημά σου; και θέλει δοθή εις σέ· και τις η αίτησίς σου; και έως του ημίσεος της βασιλείας εάν ζητήσης, θέλει γείνει.
7 καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου
Τότε αποκριθείσα η Εσθήρ είπε, το ζήτημά μου και η αίτησίς μου είναι·
8 εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ Αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά
Εάν εύρηκα χάριν ενώπιον του βασιλέως, και εάν ήναι αρεστόν εις τον βασιλέα να εκτελέση το ζήτημά μου και να κάμη την αίτησίν μου, ας έλθη ο βασιλεύς και ο Αμάν εις το συμπόσιον το οποίον θέλω ετοιμάσει δι' αυτούς· και αύριον θέλω κάμει κατά τον λόγον του βασιλέως.
9 καὶ ἐξῆλθεν ὁ Αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν Αμαν Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα
Τότε εξήλθεν ο Αμάν την ημέραν εκείνην περιχαρής και εύθυμος την καρδίαν· αλλ' ότε ο Αμάν είδε τον Μαροδοχαίον εν τη πύλη του βασιλέως, ότι δεν εσηκώθη ουδέ εκινήθη δι' αυτόν, ενεπλήσθη ο Αμάν θυμού κατά του Μαροδοχαίου.
10 καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ Ζωσαραν τὴν γυναῖκα αὐτοῦ
Αλλ' ο Αμάν εκράτησεν εαυτόν· και εισελθών εις τον οίκον αυτού έστειλε και εκάλεσε τους φίλους αυτού και Ζερές την γυναίκα αυτού,
11 καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας
και διηγήθη προς αυτούς ο Αμάν περί της δόξης του πλούτου αυτού και του πλήθους των τέκνων αυτού, και πόσον ο βασιλεύς εμεγάλυνεν αυτόν, και τίνι τρόπω ύψωσεν αυτόν υπεράνω των αρχόντων και των δούλων του βασιλέως.
12 καὶ εἶπεν Αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ’ ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι
Και είπεν ο Αμάν, Μάλιστα η βασίλισσα Εσθήρ δεν προσεκάλεσεν εις το συμπόσιον το οποίον έκαμεν, ειμή εμέ, μετά του βασιλέως· και αύριον έτι είμαι προσκεκλημένος προς αυτήν μετά του βασιλέως·
13 καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω Μαρδοχαῖον τὸν Ιουδαῖον ἐν τῇ αὐλῇ
πλην πάντα ταύτα δεν με ωφελούσιν, ενόσω βλέπω τον Μαροδοχαίον τον Ιουδαίον καθήμενον εν τη πύλη του βασιλέως.
14 καὶ εἶπεν πρὸς αὐτὸν Ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω Μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ Αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον
Και είπε προς αυτόν Ζερές η γυνή αυτού και πάντες οι φίλοι αυτού, Ας κατασκευασθή ξύλον πεντήκοντα πηχών το ύψος, και το πρωΐ ειπέ προς τον βασιλέα να κρεμασθή ο Μαροδοχαίος επ' αυτό· τότε ύπαγε περιχαρής μετά του βασιλέως εις το συμπόσιον. Και το πράγμα ήρεσεν εις τον Αμάν, και προσέταξε να ετοιμασθή το ξύλον.