< Ἐκκλησιαστής 2 >

1 εἶπον ἐγὼ ἐν καρδίᾳ μου δεῦρο δὴ πειράσω σε ἐν εὐφροσύνῃ καὶ ἰδὲ ἐν ἀγαθῷ καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης
Εγώ είπα εν τη καρδία μου, Ελθέ τώρα, να σε δοκιμάσω δι' ευφροσύνης· και εντρύφα εις αγαθά· και ιδού, και τούτο ματαιότης.
2 τῷ γέλωτι εἶπα περιφορὰν καὶ τῇ εὐφροσύνῃ τί τοῦτο ποιεῖς
Είπα περί του γέλωτος, Είναι μωρία· και περί της χαράς, Τι ωφελεί αύτη;
3 κατεσκεψάμην ἐν καρδίᾳ μου τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ καὶ τοῦ κρατῆσαι ἐπ’ ἀφροσύνῃ ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν
Εσκέφθην εν τη καρδία μου να ευφραίνω την σάρκα μου με οίνον, ενώ έτι η καρδία μου ησχολείτο εις την σοφίαν· και να κρατήσω την μωρίαν, εωσού ίδω τι είναι το αγαθόν εις τους υιούς των ανθρώπων, διά να κάμνωσιν αυτό υπό τον ουρανόν πάσας τας ημέρας της ζωής αυτών.
4 ἐμεγάλυνα ποίημά μου ᾠκοδόμησά μοι οἴκους ἐφύτευσά μοι ἀμπελῶνας
Έκαμον πράγματα μεγάλα εις εμαυτόν· ωκοδόμησα εις εμαυτόν οικίας· εφύτευσα δι' εμαυτόν αμπελώνας.
5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ
Έκαμον δι' εμαυτόν κήπους και παραδείσους και εφύτευσα εν αυτοίς δένδρα παντός καρπού.
6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ’ αὐτῶν δρυμὸν βλαστῶντα ξύλα
Έκαμον δι' εμαυτόν δεξαμενάς υδάτων, διά να ποτίζω εξ αυτών το άλσος το κατάφυτον εκ δένδρων.
7 ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενεῖς ἐγένοντό μοι καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ
Απέκτησα δούλους και δούλας και είχον δούλους οικογενείς· απέκτησα έτι αγέλας και ποίμνια περισσότερα υπέρ πάντας τους υπάρξαντας προ εμού εν Ιερουσαλήμ.
8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας
Συνήθροισα εις εμαυτόν και αργύριον και χρυσίον και εκλεκτά κειμήλια βασιλέων και τόπων· απέκτησα εις εμαυτόν άδοντας και αδούσας και τα εντρυφήματα των υιών των ανθρώπων, παν είδος παλλακίδων.
9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ καί γε σοφία μου ἐστάθη μοι
Και εμεγαλύνθην και ηυξήνθην υπέρ πάντας τους υπάρξαντας προ εμού εν Ιερουσαλήμ· και η σοφία μου έμενεν εν εμοί.
10 καὶ πᾶν ὃ ᾔτησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφεῖλον ἀπ’ αὐτῶν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου καὶ τοῦτο ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου
Και παν ό, τι εζήτησαν οι οφθαλμοί μου, δεν ηρνήθην εις αυτούς· δεν εμπόδισα την καρδίαν μου από πάσης ευφροσύνης, διότι η καρδία μου ευφραίνετο εις πάντας τους μόχθους μου· και τούτο ήτο η μερίς μου εκ παντός του μόχθου μου.
11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου οἷς ἐποίησαν αἱ χεῖρές μου καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον
Και παρετήρησα εγώ εν πάσι τοις έργοις μου τα οποία έκαμον αι χείρές μου, και εν παντί τω μόχθω τον οποίον εμόχθησα, και ιδού, τα πάντα ματαιότης και θλίψις πνεύματος, και ουδέν όφελος υπό τον ήλιον.
12 καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην ὅτι τίς ὁ ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν
Και εστράφην εγώ διά να παρατηρήσω την σοφίαν και την μωρίαν και την αφροσύνην· διότι τι θέλει κάμει άνθρωπος ελθών μετά τον βασιλέα; ό,τι έκαμον ήδη.
13 καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος
Και εγώ είδον ότι η σοφία υπερέχει της αφροσύνης, καθώς το φως υπερέχει του σκότους.
14 τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς
Του σοφού οι οφθαλμοί είναι εν τη κεφαλή αυτού, ο δε άφρων περιπατεί εν τω σκότει· πλην εγώ εγνώρισα έτι ότι εν συνάντημα θέλει συναντήσει εις πάντας τούτους.
15 καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι καὶ ἵνα τί ἐσοφισάμην ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ ὅτι καί γε τοῦτο ματαιότης
Διά τούτο είπα εγώ εν τη καρδία μου, Καθώς συμβαίνει εις τον άφρονα, ούτω θέλει συμβή και εις εμέ· διά τι λοιπόν εγώ να γείνω σοφώτερος; όθεν εσυμπέρανα πάλιν εν τη καρδία μου, ότι και τούτο είναι ματαιότης.
16 ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος
Διότι δεν θέλει μένει διαπαντός η μνήμη του σοφού ουδέ του άφρονος· επειδή εν ταις επερχομέναις ημέραις τα πάντα θέλουσι πλέον λησμονηθή. Και πως θέλει αποθάνει ο σοφός μετά του άφρονος;
17 καὶ ἐμίσησα σὺν τὴν ζωήν ὅτι πονηρὸν ἐπ’ ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος
Διά τούτο εμίσησα την ζωήν, διότι μοχθηρά εφάνησαν εις εμέ τα έργα τα γενόμενα υπό τον ήλιον· επειδή τα πάντα ματαιότης και θλίψις πνεύματος.
18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ’ ἐμέ
Εμίσησα έτι εγώ πάντα τον μόχθον μου, τον οποίον είχον μοχθήσει υπό τον ήλιον· διότι αφίνω αυτόν εις τον άνθρωπον όστις θέλει σταθή μετ' εμέ.
19 καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου ᾧ ἐμόχθησα καὶ ᾧ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον καί γε τοῦτο ματαιότης
Και τις οίδεν αν θέλη είσθαι σοφός η άφρων; και όμως θέλει εξουσιάσει επί παντός του μόχθου μου, τον οποίον εμόχθησα και εις τον οποίον έδειξα την σοφίαν μου υπό τον ήλιον· ματαιότης και τούτο.
20 καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐπὶ παντὶ τῷ μόχθῳ ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον
Όθεν εγώ στραφείς απήλπισα την καρδίαν μου περί παντός του μόχθου, τον οποίον εμόχθησα υπό τον ήλιον.
21 ὅτι ἔστιν ἄνθρωπος οὗ μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ δώσει αὐτῷ μερίδα αὐτοῦ καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη
Διότι είναι άνθρωπος, του οποίου ο μόχθος εστάθη εν σοφία και γνώσει και εν ορθότητι· και όμως αφίνει αυτόν εις άλλον διά μερίδα αυτού, όστις δεν εκοπίασεν εις αυτόν· και τούτο ματαιότης και κακόν μέγα.
22 ὅτι τί γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον
Διότι τις ωφέλεια εις τον άνθρωπον από παντός του μόχθου αυτού και από της θλίψεως της καρδίας αυτού, εις τα οποία μοχθεί υπό τον ήλιον;
23 ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ καί γε τοῦτο ματαιότης ἐστίν
Επειδή πάσαι αι ημέραι αυτού είναι πόνος, και οι μόχθοι αυτού λύπη· και την νύκτα έτι η καρδία αυτού δεν κοιμάται· είναι και τούτο ματαιότης.
24 οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν
Δεν είναι αγαθόν εις τον άνθρωπον να τρώγη και να πίνη και να κάμνη την ψυχήν αυτού να απολαμβάνη καλόν εκ του μόχθου αυτού; και τούτο είδον εγώ, ότι είναι από της χειρός του Θεού.
25 ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτοῦ
Διότι τις θέλει φάγει και τις θέλει εντρυφήσει υπέρ εμέ;
26 ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος
Επειδή ο Θεός εις τον άνθρωπον τον αρεστόν ενώπιον αυτού δίδει σοφίαν και γνώσιν και χαράν· εις δε τον αμαρτωλόν δίδει περισπασμόν, εις το να προσθέτη και να επισωρεύη, διά να δώση αυτά εις τον αρεστόν ενώπιον αυτού· και τούτο ματαιότης και θλίψις πνεύματος.

< Ἐκκλησιαστής 2 >