< Δευτερονόμιον 5 >
1 καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ἄκουε Ισραηλ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξεσθε ποιεῖν αὐτά
Και εκάλεσεν ο Μωϋσής πάντα τον Ισραήλ και είπε προς αυτούς, Άκουε, Ισραήλ, τα διατάγματα και τας κρίσεις, τας οποίας εγώ λαλώ εις τα ώτα υμών σήμερον, διά να μάθητε αυτάς, και να προσέχητε να εκτελήτε αυτάς.
2 κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρηβ
Κύριος ο Θεός ημών έκαμε διαθήκην προς ημάς εν Χωρήβ.
3 οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην ἀλλ’ ἢ πρὸς ὑμᾶς ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον
Δεν έκαμε την διαθήκην ταύτην ο Κύριος προς τους πατέρας ημών, αλλά προς ημάς, ημάς οίτινες πάντες είμεθα ενταύθα σήμερον ζώντες.
4 πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός
Πρόσωπον προς πρόσωπον ελάλησε Κύριος με σας εις το όρος εκ μέσου του πυρός,
5 κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων
εγώ δε εστεκόμην μεταξύ του Κυρίου και υμών κατ' εκείνον τον καιρόν, διά να σας φανερώσω τον λόγον του Κυρίου· διότι ήσθε πεφοβισμένοι εξ αιτίας του πυρός και δεν ανέβητε εις το όρος, λέγων.
6 ἐγὼ κύριος ὁ θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
Εγώ είμαι Κύριος ο Θεός σου, όστις σε εξήγαγον εκ γης Αιγύπτου, εξ οίκου δουλείας.
7 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πρὸ προσώπου μου
Μη έχης άλλους θεούς, πλην εμού.
8 οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς
Μη κάμης εις σεαυτόν είδωλον, μηδέ ομοίωμα τινός, όσα είναι εν τω ουρανώ άνω, ή όσα είναι εν τη γη κάτω, ή όσα είναι εν τοις ύδασιν υποκάτω της γης
9 οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με
μη προσκυνήσης αυτά μηδέ λατρεύσης αυτά· διότι εγώ Κύριος ο Θεός σου είμαι Θεός ζηλότυπος, ανταποδίδων τας αμαρτίας των πατέρων επί τα τέκνα, έως τρίτης και τετάρτης γενεάς των μισούντων με·
10 καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου
και κάμνων έλεος εις χιλιάδας γενεών των αγαπώντων με και φυλαττόντων τα προστάγματά μου.
11 οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ
Μη λάβης το όνομα Κυρίου του Θεού σου επί ματαίω διότι ο Κύριος δεν θέλει αθωώσει τον λαμβάνοντα το όνομα αυτού επί ματαίω.
12 φύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου
Φύλαττε την ημέραν του σαββάτου, διά να αγιάζης αυτήν· καθώς προσέταξεν εις σε Κύριος ο Θεός σου·
13 ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου
εξ ημέρας εργάζου και κάμνε πάντα τα έργα σου·
14 τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου ὥσπερ καὶ σύ
η ημέρα όμως η εβδόμη είναι σάββατον Κυρίου του Θεού σου· μη κάμης εν ταύτη ουδέν έργον, μήτε συ μήτε ο υιός σου μήτε η θυγάτηρ σου μήτε ο δούλός σου μήτε η δούλη σου μήτε ο βους σου μήτε ο όνος σου μήτε κανέν εκ των κτηνών σου μήτε ο ξένος σου ο εντός των πυλών σου διά να αναπαυθή ο δούλός σου και η δούλη σου καθώς συ.
15 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέν σε κύριος ὁ θεός σου ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ τοῦτο συνέταξέν σοι κύριος ὁ θεός σου ὥστε φυλάσσεσθαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν
Και ενθυμού, ότι ήσο δούλος εν τη γη της Αιγύπτου· και Κύριος ο Θεός σου σε εξήγαγεν εκείθεν εν χειρί κραταιά και εν βραχίονι εξηπλωμένω· διά τούτο Κύριος ο Θεός σου προσέταξεν εις σε να φυλάττης την ημέραν του σαββάτου.
16 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι
Τίμα τον πατέρα σου και την μητέρα σου, καθώς προσέταξεν εις σε Κύριος ο Θεός σου· διά να γείνης μακροχρόνιος και διά να ευημερής επί της γης, την οποίαν δίδει εις σε Κύριος ο Θεός σου.
20 οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ
Και μη ψευδομαρτυρήσης κατά του πλησίον σου μαρτυρίαν ψευδή.
21 οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν
Και μη επιθυμήσης την γυναίκα του πλησίον σου· μηδέ επιθυμήσης την οικίαν του πλησίον σου μήτε τον αγρόν αυτού μήτε τον δούλον αυτού μήτε την δούλην αυτού μήτε τον βουν αυτού μήτε τον όνον αυτού μηδέ παν ό, τι είναι του πλησίον σου.
22 τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός σκότος γνόφος θύελλα φωνὴ μεγάλη καὶ οὐ προσέθηκεν καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας καὶ ἔδωκέν μοι
Ταύτα τα λόγια ελάλησε Κύριος προς πάσαν την συναγωγήν σας εν τω όρει εκ μέσου του πυρός, της νεφέλης και του γνόφου, εν φωνή μεγάλη· και άλλο τι δεν επρόσθεσε· και έγραψεν αυτά επί δύο πλάκας λιθίνας και παρέδωκεν αυτάς εις εμέ.
23 καὶ ἐγένετο ὡς ἠκούσατε τὴν φωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ προσήλθετε πρός με πάντες οἱ ἡγούμενοι τῶν φυλῶν ὑμῶν καὶ ἡ γερουσία ὑμῶν
Και αφού ηκούσατε την φωνήν εκ μέσου του σκότους, και το όρος εκαίετο με πυρ, τότε προσήλθετε προς εμέ, πάντες οι αρχηγοί των φυλών σας και οι πρεσβύτεροί σας,
24 καὶ ἐλέγετε ἰδοὺ ἔδειξεν ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ καὶ τὴν φωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ὁ θεὸς πρὸς ἄνθρωπον καὶ ζήσεται
και ελέγετε, Ιδού, Κύριος ο Θεός ημών έδειξεν εις ημάς την δόξαν αυτού και την μεγαλωσύνην αυτού, και ηκούσαμεν την φωνήν αυτού εκ μέσου του πυρός· την ημέραν ταύτην είδομεν ότι ο Θεός λαλεί μετά του ανθρώπου και ο άνθρωπος ζή·
25 καὶ νῦν μὴ ἀποθάνωμεν ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο ἐὰν προσθώμεθα ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν κυρίου τοῦ θεοῦ ἡμῶν ἔτι καὶ ἀποθανούμεθα
τώρα λοιπόν διά τι να αποθάνωμεν; επειδή το μέγα τούτο πυρ θέλει μας καταφάγει εάν ημείς ακούσωμεν έτι την φωνήν Κυρίου του Θεού ημών, θέλομεν αποθάνει·
26 τίς γὰρ σάρξ ἥτις ἤκουσεν φωνὴν θεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς καὶ ζήσεται
διότι τις είναι εκ πάντων των θνητών, όστις ήκουσε την φωνήν του ζώντος Θεού λαλούντος εκ μέσου του πυρός, καθώς ημείς, και έζησε;
27 πρόσελθε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ὁ θεὸς ἡμῶν καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα ὅσα ἂν λαλήσῃ κύριος ὁ θεὸς ἡμῶν πρὸς σέ καὶ ἀκουσόμεθα καὶ ποιήσομεν
πρόσελθε συ και άκουσον πάντα όσα είπη Κύριος ο Θεός ημών· και συ ειπέ προς ημάς όσα είπη προς σε Κύριος ο Θεός ημών· και ημείς θέλομεν ακούσει και κάμει αυτά.
28 καὶ ἤκουσεν κύριος τὴν φωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με καὶ εἶπεν κύριος πρός με ἤκουσα τὴν φωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου ὅσα ἐλάλησαν πρὸς σέ ὀρθῶς πάντα ὅσα ἐλάλησαν
Και ήκουσε Κύριος την φωνήν των λόγων σας, ότε ελαλείτε προς εμέ· και είπε Κύριος προς εμέ, Ήκουσα την φωνήν των λόγων του λαού τούτου, τους οποίους ελάλησαν προς σέ· καλώς είπον πάντα όσα ελάλησαν.
29 τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δῑ αἰῶνος
Είθε να ήτο εις αυτούς τοιαύτη καρδία, ώστε να με φοβώνται και να φυλάττωσι πάντοτε πάντα τα προστάγματά μου, διά να ευημερώσιν αιωνίως, αυτοί και τα τέκνα αυτών.
30 βάδισον εἰπὸν αὐτοῖς ἀποστράφητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν
Ύπαγε, ειπέ προς αυτούς, Επιστρέψατε εις τας σκηνάς σας.
31 σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ
Συ δε στήθι αυτού μετ' εμού και θέλω σοι ειπεί πάσας τας εντολάς και τα διατάγματα, και τας κρίσεις, τας οποίας θέλεις διδάξει αυτούς, διά να κάμνωσιν αυτάς εν τη γη, την οποίαν εγώ δίδω εις αυτούς εις κληρονομίαν.
32 καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι κύριος ὁ θεός σου οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ
Θέλετε λοιπόν προσέχει να κάμνητε καθώς προσέταξεν εις εσάς Κύριος ο Θεός σας· δεν θέλετε εκκλίνει δεξιά ή αριστερά.
33 κατὰ πᾶσαν τὴν ὁδόν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ ὅπως καταπαύσῃ σε καὶ εὖ σοι ᾖ καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς κληρονομήσετε
Θέλετε περιπατεί εις πάσας τας οδούς, τας οποίας Κύριος ο Θεός σας προσέταξεν εις εσάς· διά να ζήτε και να ευημερήτε και να μακροημερεύητε εν τη γη, την οποίαν θέλετε κληρονομήσει.