< Δευτερονόμιον 33 >

1 καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ
And this [is] the blessing with which Moses the man of God blessed the children of Israel before his death.
2 καὶ εἶπεν κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ
And he said, The Lord is come from Sina, and has appeared from Seir to us, and has hasted out of the mount of Pharan, with the ten thousands of Cades; on his right hand [were] his angels with him.
3 καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
And he spared his people, and all his sanctified ones [are] under your hands; and they are under you; and he received of his words
4 νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ
the law which Moses charged us, an inheritance to the assemblies of Jacob.
5 καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ
And he shall be prince with the beloved one, when the princes of the people are gathered together with the tribes of Israel.
6 ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ
Let Ruben live, and not die; and let him be many in number.
7 καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνῆς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ
And this [is the blessing] of Juda; Hear, Lord, the voice of Juda, and do you visit his people: his hands shall contend for him, and you shall be a help from his enemies.
8 καὶ τῷ Λευι εἶπεν δότε Λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας
And to Levi he said, Give to Levi his manifestations, and his truth to the holy man, whom they tempted in the temptation; they reviled him at the water of strife.
9 ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν
Who says to his father and mother, I have not seen you; and he knew not his brethren, and he refused to know his sons: he kept your oracles, and observed your covenant.
10 δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
They shall declare your ordinances to Jacob, and your law to Israel: they shall place incense in [the time of] your wrath continually upon your altar.
11 εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν
Bless, Lord, his strength, and accept the works of his hands; break the loins of his enemies that have risen up against him, and let not them that hate him rise up.
12 καὶ τῷ Βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν
And to Benjamin he said, The beloved of the Lord shall dwell in confidence, and God overshadows him always, and he rested between his shoulders.
13 καὶ τῷ Ιωσηφ εἶπεν ἀπ’ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
And to Joseph he said, His land [is] of the blessing of the Lord, of the seasons of sky and dew, and of the deeps of wells below,
14 καὶ καθ’ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν
and of the fruits of the changes of the sun in season, and of the produce of the months,
15 καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
from the top of the ancient mountains, and from the top of the everlasting hills,
16 καὶ καθ’ ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς
and of the fullness of the land in season: and let the things pleasing to him that lived in the bush come on the head of Joseph, and on the crown [of him who was] glorified above his brethren.
17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’ ἄκρου γῆς αὗται μυριάδες Εφραιμ καὶ αὗται χιλιάδες Μανασση
His beauty [is as] the firstling of his bull, his horns [are] the horns of a unicorn; with them he shall thrust the nations at once, even from the end of the earth: these [are] the ten thousands of Ephraim, and these [are] the thousands of Manasse.
18 καὶ τῷ Ζαβουλων εἶπεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδίᾳ σου καί Ισσαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ
And to Zabulon he said, Rejoice, Zabulon, in your going out, and Issachar in his tents.
19 ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
They shall utterly destroy the nations, and you shall call [men] there, and there offer the sacrifice of righteousness; for the wealth of the sea shall suckle you, and so shall the marts of them that dwell by the sea-coast.
20 καὶ τῷ Γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
And to Gad he said, Blessed [be] he that enlarges Gad: as a lion he rested, having broken the arm and the ruler.
21 καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ
And he saw his first fruits, that there the land of the princes gathered with the chiefs of the people was divided; the Lord wrought righteousness, and his judgment with Israel.
22 καὶ τῷ Δαν εἶπεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασαν
And to Dan he said, Dan [is] a lion's whelp, and shall leap out of Basan.
23 καὶ τῷ Νεφθαλι εἶπεν Νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
And to Nephthali he said, Nephthali [has] the fulness of good things; and let him be filled with blessing from the Lord: he shall inherit the west and the south.
24 καὶ τῷ Ασηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ
And to Aser he said, Aser [is] blessed with children; and he shall be acceptable to his brethren: he shall dip his foot in oil.
25 σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
His sandal shall be iron and brass; as your days, so [shall be] your strength.
26 οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος
There is not [any such] as the God of the beloved; he who rides upon the heaven [is] your helper, and the magnificent One of the firmament.
27 καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
And the rule of God shall protect you, and [that] under the strength of the everlasting arms; and he shall cast forth the enemy from before your face, saying, Perish.
28 καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ
And Israel shall dwell in confidence alone on the land of Jacob, with corn and wine; and the sky [shall be] misty with dew upon you.
29 μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ
Blessed [are] you, O Israel; who [is] like to you, O people saved by the Lord? your helper shall hold his shield over you, and [his] sword [is] your boast; and your enemies shall speak falsely to you, and you shall tread upon their neck.

< Δευτερονόμιον 33 >