< Δευτερονόμιον 31 >
1 καὶ συνετέλεσεν Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ
So Moses said all these things to Israel.
2 καὶ εἶπεν πρὸς αὐτούς ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι κύριος δὲ εἶπεν πρός με οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον
Then he said to them, I am now a hundred and twenty years old; I am no longer able to go out and come in: and the Lord has said to me, You are not to go over Jordan.
3 κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου καὶ κατακληρονομήσεις αὐτούς καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου καθὰ ἐλάλησεν κύριος
The Lord your God, he will go over before you; he will send destruction on all those nations, and you will take their land as your heritage: and Joshua will go over at your head as the Lord has said.
4 καὶ ποιήσει κύριος αὐτοῖς καθὰ ἐποίησεν Σηων καὶ Ωγ τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων οἳ ἦσαν πέραν τοῦ Ιορδάνου καὶ τῇ γῇ αὐτῶν καθότι ἐξωλέθρευσεν αὐτούς
The Lord will do to them as he did to Sihon and to Og, the kings of the Amorites, and to their land, whom he put to destruction.
5 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμῖν καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν
The Lord will give them up into your hands, and you are to do to them as I have given you orders.
6 ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ
Be strong and take heart, and have no fear of them: for it is the Lord your God who is going with you; he will not take away his help from you.
7 καὶ ἐκάλεσεν Μωυσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ισραηλ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς
Then Moses sent for Joshua, and before the eyes of all Israel said to him, Be strong and take heart: for you are to go with this people into the land which the Lord, by his oath to their fathers, has given them; by your help they will take it for their heritage.
8 καὶ κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπῃ σε μὴ φοβοῦ μηδὲ δειλία
It is the Lord who goes before you; he will be with you, he will not take away his help from you or give you up: so have no fear.
9 καὶ ἔγραψεν Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Λευι τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ισραηλ
Then Moses put all this law in writing, and gave it to the priests, the sons of Levi, who take up the ark of the Lord's agreement, and to all the responsible men of Israel.
10 καὶ ἐνετείλατο αὐτοῖς Μωυσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας
And Moses said to them, At the end of every seven years, at the time fixed for the ending of debts, at the feast of tents,
11 ἐν τῷ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὦτα αὐτῶν
When all Israel has come before the Lord your God in the place named by him, let a reading be given of this law in the hearing of all Israel.
12 ἐκκλησιάσας τὸν λαόν τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου
Make all the people come together, men and women and children, and anyone from another country who is with you, so that hearing they may become wise in the fear of the Lord your God, and take care to do all the words of this law;
13 καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
And so that your children, to whom it is new, may give ear and be trained in the fear of the Lord your God, while you are living in the land which you are going over Jordan to take for your heritage.
14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου κάλεσον Ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐντελοῦμαι αὐτῷ καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
At that time the Lord said to Moses, The day of your death is near: send for Joshua, and come to the Tent of meeting so that I may give him his orders. So Moses and Joshua went to the Tent of meeting.
15 καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔστη ὁ στῦλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς
And the Lord was seen in the Tent in a pillar of cloud resting by the door of the Tent.
16 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου ἣν διεθέμην αὐτοῖς
And the Lord said to Moses, Now you are going to rest with your fathers; and this people will be false to me, uniting themselves to the strange gods of the land where they are going; they will be turned away from me and will not keep the agreement I have made with them.
17 καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καταλείψω αὐτοὺς καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ ἔσται κατάβρωμα καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διότι οὐκ ἔστιν κύριος ὁ θεός μου ἐν ἐμοί εὕροσάν με τὰ κακὰ ταῦτα
In that day my wrath will be moved against them, and I will be turned away from them, veiling my face from them, and destruction will overtake them, and unnumbered evils and troubles will come on them; so that in that day they will say, Have not these evils come on us because our God is not with us?
18 ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν ὅτι ἐπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους
Truly, my face will be turned away from them in that day, because of all the evil they have done in going after other gods.
19 καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης καὶ διδάξετε αὐτὴν τοὺς υἱοὺς Ισραηλ καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη εἰς μαρτύριον ἐν υἱοῖς Ισραηλ
Make then this song for yourselves, teaching it to the children of Israel: put it in their mouths, so that this song may be a witness for me against the children of Israel.
20 εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ λατρεύσουσιν αὐτοῖς καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου
For when I have taken them into the land named in my oath to their fathers, a land flowing with milk and honey, and they have made themselves full of food and are fat, then they will be turned to other gods and will give them worship, no longer honouring me or keeping my agreement.
21 καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν ὅσα ποιοῦσιν ὧδε σήμερον πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθήν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν
Then when evils and troubles without number have overtaken them, this song will be a witness to them, for the words of it will be clear in the memories of their children: for I see the thoughts which are moving in their hearts even now, before I have taken them into the land of my oath.
22 καὶ ἔγραψεν Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ισραηλ
So that same day Moses made this song, teaching it to the children of Israel.
23 καὶ ἐνετείλατο Μωυσῆς Ἰησοῖ καὶ εἶπεν αὐτῷ ἀνδρίζου καὶ ἴσχυε σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ισραηλ εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος αὐτοῖς καὶ αὐτὸς ἔσται μετὰ σοῦ
Then he gave orders to Joshua, the son of Nun, saying to him, Be strong and take heart: for you are to go at the head of the children of Israel into the land which I made an oath to give them; and I will be with you.
24 ἡνίκα δὲ συνετέλεσεν Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος
Now after writing all the words of this law in a book till the record of them was complete,
25 καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου λέγων
Moses said to the Levites who were responsible for taking up the ark of the Lord's agreement,
26 λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον
Take this book of the law and put it by the ark of the Lord's agreement, so that it may be a witness against you.
27 ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου καὶ τὸν τράχηλόν σου τὸν σκληρόν ἔτι γὰρ ἐμοῦ ζῶντος μεθ’ ὑμῶν σήμερον παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν θεόν πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου
For I have knowledge of your hard and uncontrolled hearts: even now, while I am still living, you will not be ruled by the Lord; how much less after my death?
28 ἐκκλησιάσατε πρός με τοὺς φυλάρχους ὑμῶν καὶ τοὺς πρεσβυτέρους ὑμῶν καὶ τοὺς κριτὰς ὑμῶν καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους καὶ διαμαρτύρωμαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν
Get together before me all those who are in authority in your tribes, and your overseers, so that I may say these things in their hearing, and make heaven and earth my witnesses against them.
29 οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν ὅτι ποιήσετε τὸ πονηρὸν ἐναντίον κυρίου παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν
For I am certain that after my death you will give yourselves up to sin, wandering from the way which I have given you; and evil will overtake you in the end, because you will do evil in the eyes of the Lord, moving him to wrath by the work of your hands.
30 καὶ ἐλάλησεν Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος
Then in the hearing of all the meeting of Israel, Moses said the words of this song, to the end.