< Δευτερονόμιον 27 >
1 καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
Moses and the elders of Israel commanded the people, saying, “Keep all the commandment which I command you today.
2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
It shall be on the day when you shall pass over the Jordan to the land which Yahweh your God gives you, that you shall set yourself up great stones, and coat them with plaster.
3 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι
You shall write on them all the words of this law, when you have passed over, that you may go in to the land which Yahweh your God gives you, a land flowing with milk and honey, as Yahweh, the God of your fathers, has promised you.
4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ
It shall be, when you have crossed over the Jordan, that you shall set up these stones, which I command you today, on Mount Ebal, and you shall coat them with plaster.
5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον
There you shall build an altar to Yahweh your God, an altar of stones. You shall not use any iron tool on them.
6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου
You shall build Yahweh your God’s altar of uncut stones. You shall offer burnt offerings on it to Yahweh your God.
7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου
You shall sacrifice peace offerings, and shall eat there. You shall rejoice before Yahweh your God.
8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα
You shall write on the stones all the words of this law very plainly.”
9 καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου
Moses and the Levitical priests spoke to all Israel, saying, “Be silent and listen, Israel! Today you have become the people of Yahweh your God.
10 καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
You shall therefore obey Yahweh your God’s voice, and do his commandments and his statutes, which I command you today.”
11 καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
Moses commanded the people the same day, saying,
12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
“These shall stand on Mount Gerizim to bless the people, when you have crossed over the Jordan: Simeon, Levi, Judah, Issachar, Joseph, and Benjamin.
13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι
These shall stand on Mount Ebal for the curse: Reuben, Gad, Asher, Zebulun, Dan, and Naphtali.
14 καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ
With a loud voice, the Levites shall say to all the men of Israel,
15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο
‘Cursed is the man who makes an engraved or molten image, an abomination to Yahweh, the work of the hands of the craftsman, and sets it up in secret.’ All the people shall answer and say, ‘Amen.’
16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who dishonors his father or his mother.’ All the people shall say, ‘Amen.’
17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who removes his neighbor’s landmark.’ All the people shall say, ‘Amen.’
18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who leads the blind astray on the road.’ All the people shall say, ‘Amen.’
19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who withholds justice from the foreigner, fatherless, and widow.’ All the people shall say, ‘Amen.’
20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who lies with his father’s wife, because he dishonors his father’s bed.’ All the people shall say, ‘Amen.’
21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who lies with any kind of animal.’ All the people shall say, ‘Amen.’
22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who lies with his sister, his father’s daughter or his mother’s daughter.’ All the people shall say, ‘Amen.’
23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who lies with his mother-in-law.’ All the people shall say, ‘Amen.’
24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who secretly kills his neighbor.’ All the people shall say, ‘Amen.’
25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who takes a bribe to kill an innocent person.’ All the people shall say, ‘Amen.’
26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
‘Cursed is he who doesn’t uphold the words of this law by doing them.’ All the people shall say, ‘Amen.’”