< Δευτερονόμιον 26 >
1 καὶ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι ἐν κλήρῳ καὶ κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ’ αὐτῆς
Και όταν εισέλθης εις την γην, την οποίαν Κύριος ο Θεός σου δίδει εις σε κληρονομίαν, και κατακληρονομήσης αυτήν και κατοικήσης εν αυτή,
2 καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου ἧς κύριος ὁ θεός σου δίδωσίν σοι καὶ ἐμβαλεῖς εἰς κάρταλλον καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
τότε θέλεις λάβει από της απαρχής πάντων των καρπών της γης, τους οποίους συνάξης εκ της γης σου, την οποίαν Κύριος ο Θεός σου δίδει εις σε, και θέλεις βάλει αυτήν εις καλάθιον, και θέλεις υπάγει εις τον τόπον, όντινα εκλέξη Κύριος ο Θεός σου διά να κατοικίση εκεί το όνομα αυτού.
3 καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα ὃς ἐὰν ᾖ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐρεῖς πρὸς αὐτόν ἀναγγέλλω σήμερον κυρίῳ τῷ θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν
Και θέλεις υπάγει προς τον ιερέα, τον όντα κατ' εκείνας τας ημέρας, και θέλεις ειπεί προς αυτόν, Αναγγέλλω σήμερον προς Κύριον τον Θεόν σου, ότι εισήλθον εις την γην, την οποίαν ο Κύριος ώμοσε προς τους πατέρας ημών να δώση εις ημάς.
4 καὶ λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου
Και ο ιερεύς θέλει λάβει το καλάθιον εκ της χειρός σου, και θέλει καταθέσει αυτό ενώπιον του θυσιαστηρίου Κυρίου του Θεού σου.
5 καὶ ἀποκριθήσῃ καὶ ἐρεῖς ἔναντι κυρίου τοῦ θεοῦ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολὺ καὶ μέγα
Και θέλεις λαλήσει και ειπεί ενώπιον Κυρίου του Θεού σου, Σύριος περιπλανώμενος ήτο ο πατήρ μου, και κατέβη εις Αίγυπτον, και παροικήσας εκεί μετά ολίγων ανθρώπων κατεστάθη εκεί έθνος μέγα, δυνατόν και πολυάριθμον·
6 καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά
και οι Αιγύπτιοι εταλαιπώρησαν ημάς και κατέθλιψαν ημάς και επέβαλον εφ' ημάς σκληράν δουλείαν·
7 καὶ ἀνεβοήσαμεν πρὸς κύριον τὸν θεὸν τῶν πατέρων ἡμῶν καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ εἶδεν τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχθον ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν
και ανεβοήσαμεν προς Κύριον τον Θεόν των πατέρων ημών, και εισήκουσεν ο Κύριος της φωνής ημών, και επέβλεψεν επί την θλίψιν ημών και επί τον μόχθον ημών και επί την καταδυνάστευσιν ημών·
8 καὶ ἐξήγαγεν ἡμᾶς κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι αὐτοῦ τῷ ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν
και εξήγαγεν ημάς ο Κύριος εξ Αιγύπτου εν χειρί κραταιά και εν βραχίονι εξηπλωμένω, και με τέρατα μεγάλα και με σημεία και με θαύματα·
9 καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην γῆν ῥέουσαν γάλα καὶ μέλι
και εισήγαγεν ημάς εις τον τόπον τούτον, και έδωκεν εις ημάς την γην ταύτην, γην ρέουσαν γάλα και μέλι·
10 καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς ἧς ἔδωκάς μοι κύριε γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ ἀφήσεις αὐτὰ ἀπέναντι κυρίου τοῦ θεοῦ σου καὶ προσκυνήσεις ἐκεῖ ἔναντι κυρίου τοῦ θεοῦ σου
και τώρα, ιδού, έφερα τας απαρχάς των καρπών της γης, την οποίαν συ, Κύριε έδωκας εις εμέ. Και θέλεις καταθέσει αυτάς ενώπιον Κυρίου του Θεού σου, και θέλεις προσκυνήσει ενώπιον Κυρίου του Θεού σου.
11 καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς οἷς ἔδωκέν σοι κύριος ὁ θεός σου καὶ τῇ οἰκίᾳ σου σὺ καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί
Και θέλεις ευφρανθή εις πάντα τα αγαθά, τα οποία Κύριος ο Θεός σου έδωκεν εις σε και εις τον οίκόν σου, συ και ο Λευΐτης και ο ξένος ο εν μέσω σου.
12 ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων τῆς γῆς σου ἐν τῷ ἔτει τῷ τρίτῳ τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ ἐμπλησθήσονται
Αφού τελειώσης να δεκατίζης πάντα τα δέκατα των γεννημάτων σου εις το τρίτον έτος, το έτος της δεκατείας, και δώσης αυτά εις τον Λευΐτην, εις τον ξένον, εις τον ορφανόν και εις την χήραν, και φάγωσιν εντός των πυλών σου και χορτασθώσι,
13 καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς ἃς ἐνετείλω μοι οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην
τότε θέλεις ειπεί ενώπιον Κυρίου του Θεού σου, Εξεκαθάρισα εκ της οικίας μου τα αφιερώματα, και προσέτι έδωκα αυτά εις τον Λευΐτην και εις τον ξένον, εις τον ορφανόν και εις την χήραν, κατά πάντα τα προστάγματά σου, τα οποία προσέταξας εις εμέ· δεν παρέβην τας εντολάς σου ουδέ ελησμόνησα αυτάς·
14 καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ’ αὐτῶν οὐκ ἐκάρπωσα ἀπ’ αὐτῶν εἰς ἀκάθαρτον οὐκ ἔδωκα ἀπ’ αὐτῶν τῷ τεθνηκότι ὑπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ μου ἐποίησα καθὰ ἐνετείλω μοι
δεν έφαγον εξ αυτών εις το πένθος μου, ούτε έλαβον εκ τούτων διά ακάθαρτον χρήσιν, ούτε έδωκα εξ αυτών διά νεκρόν· υπήκουσα εις την φωνήν Κυρίου του Θεού μου, έκαμον κατά πάντα όσα προσέταξας εις εμέ·
15 κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι
επίβλεψον εκ του οίκου σου του αγίου, εκ του ουρανού, και ευλόγησον τον λαόν σου τον Ισραήλ, και την γην την οποίαν έδωκας εις ημάς, καθώς ώμοσας προς τους πατέρας ημών, γην ρέουσαν γάλα και μέλι.
16 ἐν τῇ ἡμέρᾳ ταύτῃ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα ταῦτα καὶ τὰ κρίματα καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν
Σήμερον προσέταξεν εις σε Κύριος ο Θεός σου να εκτελής τα διατάγματα ταύτα και τας κρίσεις· διά τούτο θέλεις φυλάττει και θέλεις εκτελεί αυτά εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου.
17 τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ
Εξέλεξας τον Κύριον σήμερον να ήναι Θεός σου, και να περιπατής εις τας οδούς αυτού και να φυλάττης τα διατάγματα αυτού και τας εντολάς αυτού και τας κρίσεις αυτού, και να υπακούης εις την φωνήν αυτού·
18 καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον καθάπερ εἶπέν σοι φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ
και ο Κύριος σοι είπε σήμερον να ήσαι εις αυτόν λαός εκλεκτός, καθώς ελάλησε προς σε, και να φυλάττης πάσας τας εντολάς αυτού·
19 καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου καθὼς ἐλάλησεν
και να σε καταστήση υψηλόν υπεράνω πάντων των εθνών τα οποία έκαμεν, εις καύχημα και εις όνομα και εις δόξαν· και να ήσαι λαός άγιος εις Κύριον τον Θεόν σου, καθώς ελάλησε.