< Δευτερονόμιον 24 >
1 ἐὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ
Όταν τις λάβη γυναίκα και νυμφευθή μετ' αυτής, και συμβή να μη εύρη χάριν εις τους οφθαλμούς αυτού, διότι εύρηκεν εν αυτή άσχημον πράγμα, τότε ας γράψη εις αυτήν γράμμα διαζυγίου, και ας δώση αυτό εις την χείρα αυτής, και ας αποπέμψη αυτήν εκ της οικίας αυτού.
2 καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ
Και αφού αναχωρήση από της οικίας αυτού, δύναται να υπάγη και να συζευχθή μετά άλλου ανδρός.
3 καὶ μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος καὶ γράψει αὐτῇ βιβλίον ἀποστασίου καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ ἢ ἀποθάνῃ ὁ ἀνὴρ ὁ ἔσχατος ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα
Και εάν ο δεύτερος ανήρ αυτής μισήση αυτήν και γράψη εις αυτήν γράμμα διαζυγίου και δώση αυτό εις την χείρα αυτής, και αποπέμψη αυτήν από της οικίας αυτού, ή εάν αποθάνη ο δεύτερος ανήρ, ο λαβών αυτήν εις γυναίκα αυτού,
4 οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν ὅτι βδέλυγμά ἐστιν ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ
ο πρώτος αυτής ανήρ, ο αποπέμψας αυτήν, δεν δύναται να λάβη αυτήν πάλιν εις εαυτόν γυναίκα, αφού εμολύνθη· διότι είναι βδέλυγμα ενώπιον του Κυρίου· και δεν θέλεις επιφέρει αμαρτίαν εις την γην, την οποίαν Κύριος ο Θεός σου δίδει εις σε κληρονομίαν.
5 ἐὰν δέ τις λάβῃ γυναῖκα προσφάτως οὐκ ἐξελεύσεται εἰς τὸν πόλεμον καὶ οὐκ ἐπιβληθήσεται αὐτῷ οὐδὲν πρᾶγμα ἀθῷος ἔσται ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐνιαυτὸν ἕνα εὐφρανεῖ τὴν γυναῖκα αὐτοῦ ἣν ἔλαβεν
Εάν τις νεωστί λάβη γυναίκα, δεν θέλει εξέλθει εις πόλεμον, και δεν θέλει επιφορτισθή επ' αυτόν ουδέν αλλά ελεύθερος θέλει είσθαι εν τη οικία αυτού εν έτος, και θέλει ευφράνει την γυναίκα αυτού την οποίαν έλαβε.
6 οὐκ ἐνεχυράσεις μύλον οὐδὲ ἐπιμύλιον ὅτι ψυχὴν οὗτος ἐνεχυράζει
Δεν θέλει λάβει ουδείς εις ενέχυρον την άνω ουδέ την κάτω πέτραν του μύλου· διότι ζωήν λαμβάνει εις ενέχυρον.
7 ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
Εάν τις φωραθή κλέπτων τινά εκ των αδελφών αυτού εκ των υιών Ισραήλ, και καταδουλώσας αυτόν επώλησε, τότε ο κλέπτης ούτος θέλει θανατόνεσθαι και θέλεις εξαφανίσει το κακόν εκ μέσου σου.
8 πρόσεχε σεαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον ὃν ἐὰν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται ὃν τρόπον ἐνετειλάμην ὑμῖν φυλάξασθε ποιεῖν
Πρόσεχε εις την πληγήν της λέπρας, να φυλάττης επιμελώς και να κάμνης κατά πάντα όσα οι ιερείς οι Λευΐται σας διδάξωσι καθώς προσέταξα εις αυτούς, θέλετε προσέχει να κάμνητε.
9 μνήσθητι ὅσα ἐποίησεν κύριος ὁ θεός σου τῇ Μαριαμ ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου
Ενθυμού τι έκαμεν εις την Μαριάμ Κύριος ο Θεός σου καθ' οδόν, αφού εξήλθετε εξ Αιγύπτου.
10 ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὀφείλημα ὁτιοῦν οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ ἐνεχυράσαι τὸ ἐνέχυρον
Όταν δανείσης τι εις τον πλησίον σου, δεν θέλεις εισέλθει εις την οικίαν αυτού διά να λάβης το ενέχυρον αυτού·
11 ἔξω στήσῃ καὶ ὁ ἄνθρωπος οὗ τὸ δάνειόν σού ἐστιν ἐν αὐτῷ ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω
έξω θέλεις σταθή, και ο άνθρωπος εις τον οποίον δανείζεις θέλει εκφέρει εις σε το ενέχυρον.
12 ἐὰν δὲ ὁ ἄνθρωπος πένηται οὐ κοιμηθήσῃ ἐν τῷ ἐνεχύρῳ αὐτοῦ
Και εάν ο άνθρωπος ήναι πτωχός, δεν θέλεις κοιμηθή μετά του ενεχύρου αυτού·
13 ἀποδόσει ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου καὶ κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ καὶ εὐλογήσει σε καὶ ἔσται σοι ἐλεημοσύνη ἐναντίον κυρίου τοῦ θεοῦ σου
εξάπαντος θέλεις αποδώσει εις αυτόν το ενέχυρον περί την δύσιν του ηλίου, και θέλει κοιμηθή εν τω ιματίω αυτού και θέλει σε ευλογήσει και θέλει είσθαι εις σε δικαιοσύνη ενώπιον Κυρίου του Θεού σου.
14 οὐκ ἀπαδικήσεις μισθὸν πένητος καὶ ἐνδεοῦς ἐκ τῶν ἀδελφῶν σου ἢ ἐκ τῶν προσηλύτων τῶν ἐν ταῖς πόλεσίν σου
Δεν θέλεις αδικήσει μισθωτόν πτωχόν και ενδεή, εκ των αδελφών σου ή εκ των ξένων σου των εν τη γη σου, εντός των πυλών σου.
15 αὐθημερὸν ἀποδώσεις τὸν μισθὸν αὐτοῦ οὐκ ἐπιδύσεται ὁ ἥλιος ἐπ’ αὐτῷ ὅτι πένης ἐστὶν καὶ ἐν αὐτῷ ἔχει τὴν ἐλπίδα καὶ οὐ καταβοήσεται κατὰ σοῦ πρὸς κύριον καὶ ἔσται ἐν σοὶ ἁμαρτία
Αυθημερόν θέλεις δώσει τον μισθόν αυτού, πριν δύση ο ήλιος επ' αυτόν· διότι είναι πτωχός και έχει την ελπίδα αυτού εις αυτόν· διά να μη βοήση κατά σου προς Κύριον, και γείνη εις σε αμαρτία.
16 οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται
Οι πατέρες δεν θέλουσι θανατόνεσθαι διά τα τέκνα, ούτε τα τέκνα θέλουσι θανατόνεσθαι διά τους πατέρας· έκαστος θέλει θανατόνεσθαι διά το ίδιον εαυτού αμάρτημα.
17 οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ οὐκ ἐνεχυράσεις ἱμάτιον χήρας
Δεν θέλεις διαστρέφει την κρίσιν του ξένου, του ορφανού, ουδέ θέλεις λαμβάνει το ιμάτιον της χήρας ενέχυρον·
18 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ καὶ ἐλυτρώσατό σε κύριος ὁ θεός σου ἐκεῖθεν διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο
αλλά θέλεις ενθυμείσθαι ότι δούλος εστάθης εν Αιγύπτω, και σε ελύτρωσε Κύριος ο Θεός σου εκείθεν· διά τούτο εγώ προστάζω εις σε να κάμνης το πράγμα τούτο.
19 ἐὰν δὲ ἀμήσῃς ἀμητὸν ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν σου
Όταν θερίζης το θέρος σου εν τω αγρώ σου, και λησμονήσης χειρόβολόν τι εν τω αγρώ, δεν θέλεις επιστρέψει διά να λάβης αυτό· διά τον ξένον θέλει είσθαι, διά τον ορφανόν και διά την χήραν· διά να σε ευλογή Κύριος ο Θεός σου εις πάντα τα έργα των χειρών σου.
20 ἐὰν δὲ ἐλαιαλογήσῃς οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο
Αφού τινάξης τας ελαίας σου, δεν θέλεις πάλιν ελαιολογήσει τους κλάδους· θέλει είσθαι διά τον ξένον, διά τον ορφανόν και διά την χήραν.
21 ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου οὐκ ἐπανατρυγήσεις αὐτὸν τὰ ὀπίσω σου τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται
Αφού τρυγήσης τον αμπελώνά σου, δεν θέλεις σταφυλολογήσει πάλιν· θέλει είσθαι διά τον ξένον, διά τον ορφανόν και διά την χήραν.
22 καὶ μνησθήσῃ ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ ῥῆμα τοῦτο
Και θέλεις ενθυμείσθαι ότι δούλος εστάθης εν γη Αιγύπτου· διά τούτο εγώ προστάζω εις σε να κάμνης το πράγμα τούτο.