< Δευτερονόμιον 13 >
1 ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας
And if there arise within you a prophet, or one who dreams a dream, and he gives you a sign or a wonder,
2 καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε
and the sign or the wonder come to pass which he spoke to you, saying, Let us go and serve other gods, which you know not;
3 οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο ὅτι πειράζει κύριος ὁ θεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν
you shall not listen to the words of that prophet, or the dreamer of that dream, because the Lord your God tries you, to know whether you love your God with all your heart and with all your soul.
4 ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε
You shall follow the Lord your God, and fear him, and you shall hear his voice, and attach yourselves to him.
5 καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
And that prophet or that dreamer of a dream, shall die; for he has spoken to make you err from the Lord your God who brought you out of the land of Egypt, who redeemed you from bondage, to thrust you out of the way which the Lord your God commanded you to walk in: so shall you abolish the evil from among you.
6 ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου ἢ ὁ φίλος ὁ ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου
And if your brother by your father or mother, or your son, or daughter, or your wife in your bosom, or friend who is equal to your own soul, entreat you secretly, saying, Let us go and serve other gods, which neither you nor your fathers have known,
7 ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς
of the gods of the nations that are round about you, who are near you or at a distance from you, from one end of the earth to the other;
8 οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν
you shall not consent to him, neither shall you listen to him; and your eye shall not spare him, you shall feel no regret for him, neither shall you at all protect him:
9 ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ
you shall surely report concerning him, and your hands shall be upon him among the first to kill him, and the hands of all the people at the last.
10 καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις καὶ ἀποθανεῖται ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
And they shall stone him with stones, and he shall die, because he sought to draw you away from the Lord your God who brought you out of the land of Egypt, out of the house of bondage.
11 καὶ πᾶς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν
And all Israel shall hear, and fear, and shall not again do according to this evil thing among you.
12 ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων
And if in one of your cities which the Lord God gives you to dwell therein, you shall hear men saying,
13 ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε
Evil men have gone out from you, and have caused all the inhabitants of their land to fall away, saying, Let us go and worship other gods, whom you knew not,
14 καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν
then you shall enquire and ask, and search diligently, and behold, [if] the thing is clearly true, and this abomination has taken place among you,
15 ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ
you shall utterly destroy all the dwellers in that land with the edge of the sword; you shall solemnly curse it, and all things in it.
16 καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα οὐκ ἀνοικοδομηθήσεται ἔτι
And all its spoils you shall gather into its public ways, and you shall burn the city with fire, and all its spoils publicly before the Lord your God; and it shall be uninhabited for ever, it shall not be built again.
17 οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου
And there shall nothing of the cursed thing cleave to your hand, that the Lord may turn from his fierce anger, and show you mercy, and pity you, and multiply you, as he sware to your fathers;
18 ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου
if you will hear the voice of the Lord your God, to keep his commandments, all that I charge you this day, to do that which is good and pleasing before the Lord your God.