< Δευτερονόμιον 12 >
1 καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε τοῦ ποιεῖν ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς
Šie ir tie likumi un tās tiesas, ko jums būs turēt un darīt tai zemē, ko Tas Kungs, tavu tēvu Dievs, tev devis iemantot, kamēr jūs dzīvojat tai zemē.
2 ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος
Izpostiet pilnīgi visas tās vietas, kur tie pagāni, ko jūs uzvarēsiet, kalpojuši saviem dieviem, uz augstiem kalniem un uz pakalniem un apakš zaļiem kokiem.
3 καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου
Un viņu altārus jums būs apgāzt un viņu stabus salauzt un viņu elka kokus ar uguni sadedzināt un viņu dievu tēlus nocirst, un viņu vārdus izdeldēt no tās vietas.
4 οὐ ποιήσετε οὕτως κυρίῳ τῷ θεῷ ὑμῶν
Tā jūs nedariet Tam Kungam, savam Dievam.
5 ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐν μιᾷ τῶν φυλῶν ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληθῆναι καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ
Bet to vietu, ko Tas Kungs, jūsu Dievs, izredzēs no visām jūsu ciltīm, tur iecelt Savu vārdu, Viņa mājas vietu, to jums būs meklēt, un uz turieni tev būs iet.
6 καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν
Un tur jums būs novest savus dedzināmos upurus un savus kaujamos upurus un savus desmitos un savas rokas cilājamos upurus un savus solījumus un savas labprātības dāvanas un savu lielo un sīko lopu pirmdzimtos.
7 καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου
Un tur jums un jūsu namiem Tā Kunga, sava Dieva, priekšā būs ēst un priecāties par visu, ko jūsu rokas atnes, ar ko Tas Kungs tavs Dievs, tevi svētījis.
8 οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ
Nedariet, kā mēs šeit šodien darām, ikviens, kā tam šķiet pareizi esam.
9 οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν
Jo jūs līdz šim neesat nākuši pie dusas, nedz pie tās mantības, ko Tas Kungs, tavs Dievs, tev dos.
10 καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ καὶ κατοικήσετε μετὰ ἀσφαλείας
Bet jūs iesiet pāri pār Jardāni un dzīvosiet tai zemē, ko Tas Kungs, jūsu Dievs, jums liks iemantot, un Viņš jums dos dusu no visiem jūsu ienaidniekiem visapkārt, un jūs dzīvosiet mierā.
11 καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ὑμῶν
Kad nu Tas Kungs, jūsu Dievs, izredzēs vietu, tur iecelt Savu vārdu, uz turieni jums būs nest visu, ko es jums pavēlu, savus dedzināmos upurus un savus kaujamos upurus, savus desmitos un savas rokas cilājamos upurus, un visus savus izredzētos solījumus, ko jūs Tam Kungam esat solījuši.
12 καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ Λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ’ ὑμῶν
Un jums būs priecāties Tā Kunga, sava Dieva, priekšā, jums un jūsu dēliem un jūsu meitām un jūsu kalpiem un jūsu kalponēm un tam Levitam, kas ir jūsu vārtos, jo tam nav daļas nedz mantības līdz ar jums.
13 πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς
Sargies, ka tu savus dedzināmos upurus neupurē jebkurā vietā, ko tu ieraugi,
14 ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
Bet tai vietā, ko Tas Kungs izredzēs vienā no tavām ciltīm, tur tev būs upurēt savus dedzināmos upurus, un tur tev visu būs darīt, ko es tev pavēlu.
15 ἀλλ’ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον
Bet kā vien tavai dvēselei tīk, tu vari kaut un gaļu ēst visos savos vārtos, pēc Tā Kunga, sava Dieva, svētības, ko Viņš tev ir devis, šķīstais un nešķīstais to lai ēd, kā stirnu un briedi.
16 πλὴν τὸ αἷμα οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ
Tikai asinis jums nebūs ēst; jums tās būs izliet zemē kā ūdeni.
17 οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας εὐχάς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν
Bet savos vārtos tu nevari ēst to desmito no savas labības un sava vīna un savas eļļas, nedz tos pirmdzimtos no saviem lieliem un sīkiem lopiem, nedz savus solījumus, ko tu esi solījis, nedz savas labprātības dāvanas, nedz savas rokas cilājamo upuri.
18 ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὰ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου
Bet to tu ēd Tā Kunga, sava Dieva, priekšā, tai vietā, ko Tas Kungs, tavs Dievs, izredzēs, tu un tavs dēls un tava meita un tavs kalps un tava kalpone un tas Levits, kas ir tavos vārtos, un priecājies Tā Kunga, sava Dieva, priekšā par visu, ko tava roka dara.
19 πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς
Sargies, ka tu to Levitu neatstāji, kamēr tu dzīvo savā zemē.
20 ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι καὶ ἐρεῖς φάγομαι κρέα ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα
Kad Tas Kungs, tavs Dievs, izpletīs tavas robežas, kā Viņš tev ir runājis, un tu sacīsi: es ēdīšu gaļu, - tāpēc ka tavai dvēselei gribās gaļu ēst, - tad tu vari gaļu ēst, kā vien tavai dvēselei tīk.
21 ἐὰν δὲ μακρότερον ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ θεός σοι ὃν τρόπον ἐνετειλάμην σοι καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου
Ja tā vieta būs tālu no tevis, ko Tas Kungs, tavs Dievs, izredzēs Savu vārdu tur iecelt, tad tu vari kaut no saviem lieliem un sīkiem lopiem, ko Tas Kungs tev ir devis, kā es tev esmu pavēlējis, un vari ēst savos vārtos, kā vien tavai dvēselei tīk.
22 ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος οὕτως φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται
Bet tikai kā stirnu un briedi ēd, tā tu to vari ēst; nešķīstais līdz ar šķīsto lai to ēd.
23 πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα ὅτι τὸ αἷμα αὐτοῦ ψυχή οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν
Noturies tikai, ka tu asinis neēd, jo asinīs ir dvēsele; un dvēseli ar miesu tev nebūs ēst.
24 οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ
Tās tev nebūs ēst, bet izliet zemē kā ūdeni.
25 οὐ φάγῃ αὐτό ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου
Tās tev nebūs ēst, lai labi klājās tev un taviem bērniem pēc tevis, ja tu darīsi, kas ir pareizi priekš Tā Kunga acīm.
26 πλὴν τὰ ἅγιά σου ἐὰν γένηταί σοι καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ
Bet savas svētās dāvanas, kas tev būs, un savus solījumus tev būs ņemt un tai vietā noiet, ko Tas Kungs izredzēs.
27 καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου τὰ δὲ κρέα φάγῃ
Un savus dedzināmos upurus, gaļu un asinis tev būs sataisīt uz Tā Kunga, sava Dieva, altāra, un izliet savu upuru asinis uz Tā Kunga, sava Dieva, altāri, bet to gaļu tev būs ēst.
28 φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δῑ αἰῶνος ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου
Ņem vērā un klausi visus šos vārdus, ko es tev pavēlu, lai labi klājās tev un taviem bērniem pēc tevis mūžīgi, ja tu darīsi, kas ir labi un pareizi priekš Tā Kunga, sava Dieva, acīm. -
29 ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτοὺς καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν
Kad Tas Kungs, tavs Dievs, tavā priekšā izdeldēs tos pagānus, ko tu ej iemantot, un tu tos būsi iemantojis un dzīvosi viņu zemē,
30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων πῶς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν ποιήσω κἀγώ
Sargies, ka tu netopi savaldzināts, viņiem dzīties pakaļ, kad tie tavā priekšā ir izdeldēti, un ka tu nevaicā pēc viņu dieviem sacīdams: tā kā šie ļaudis kalpojuši saviem dieviem, tāpat es arīdzan darīšu.
31 οὐ ποιήσεις οὕτως κυρίῳ τῷ θεῷ σου τὰ γὰρ βδελύγματα ἃ κύριος ἐμίσησεν ἐποίησαν τοῖς θεοῖς αὐτῶν ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν
Tev tā nebūs darīt Tam Kungam, savam Dievam, jo viss, kas Tam Kungam ir negantība, ko Viņš ienīst, to tie saviem dieviem ir darījuši, jo tie arī savus dēlus un savas meitas ar uguni ir sadedzinājuši saviem dieviem.
32 πᾶν ῥῆμα ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον τοῦτο φυλάξῃ ποιεῖν οὐ προσθήσεις ἐπ’ αὐτὸ οὐδὲ ἀφελεῖς ἀπ’ αὐτοῦ
Visus tos vārdus, ko es jums pavēlu, jums būs turēt, ka jūs tā dariet; tev pie tiem nebūs neko pielikt, neko atraut.