< Δευτερονόμιον 11 >

1 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου καὶ φυλάξῃ τὰ φυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας
Therefore thou shalt loue the Lord thy God, and shalt keepe that, which he commandeth to be kept: that is, his ordinances, and his lawes, and his commandements alway.
2 καὶ γνώσεσθε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν κυρίου τοῦ θεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν
And consider this day (for I speake not to your children, which haue neither knowen nor seene) the chastisement of the Lord your God, his greatnesse, his mighty hande, and his stretched out arme,
3 καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραω βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ
And his signes, and his actes, which hee did in the middes of Egypt vnto Pharaoh the King of Egypt and vnto all his land:
4 καὶ ὅσα ἐποίησεν τὴν δύναμιν τῶν Αἰγυπτίων τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν ὡς ἐπέκλυσεν τὸ ὕδωρ τῆς θαλάσσης τῆς ἐρυθρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς κύριος ἕως τῆς σήμερον ἡμέρας
And what he did vnto the hoste of the Egyptians, vnto their horses, and to their charets, when he caused the waters of the red Sea to ouerflowe them, as they pursued after you, and the Lord destroied them vnto this day:
5 καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον
And what he did vnto you in the wildernesse, vntill yee came vnto this place:
6 καὶ ὅσα ἐποίησεν τῷ Δαθαν καὶ Αβιρων υἱοῖς Ελιαβ υἱοῦ Ρουβην οὓς ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ’ αὐτῶν ἐν μέσῳ παντὸς Ισραηλ
And what he did vnto Dathan and Abiram the sonnes of Eliab ye sonne of Reuben, when the earth opened her mouth, and swallowed them with their housholds and their tents, and all their substance that they had in the middes of al Israel.
7 ὅτι οἱ ὀφθαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου τὰ μεγάλα ὅσα ἐποίησεν ὑμῖν σήμερον
For your eyes haue seene all the great actes of the Lord which he did.
8 καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν
Therefore shall ye keepe all the commandements, which I commaund you this day, that ye may be strong, and go in and possesse the land whither ye goe to possesse it:
9 ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς γῆν ῥέουσαν γάλα καὶ μέλι
Also that ye may prolong your daies in the land, which the Lord sware vnto your fathers, to giue vnto them and to their seede, euen a lande that floweth with milke and honie.
10 ἔστιν γὰρ ἡ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν οὐχ ὥσπερ ἡ γῆ Αἰγύπτου ἐστίν ὅθεν ἐκπεπόρευσθε ἐκεῖθεν ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοῖς ποσὶν ὡσεὶ κῆπον λαχανείας
For the land whither thou goest to possesse it, is not as the lande of Egypt, from whence ye came, where thou sowedst thy seede, and wateredst it with thy feete as a garden of herbes:
11 ἡ δὲ γῆ εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν γῆ ὀρεινὴ καὶ πεδινή ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ
But the land whither ye goe to possesse it, is a land of mountaines and valleis, and drinketh water of the raine of heauen.
12 γῆ ἣν κύριος ὁ θεός σου ἐπισκοπεῖται αὐτήν διὰ παντὸς οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ σου ἐπ’ αὐτῆς ἀπ’ ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ
This land doth the Lord thy God care for: the eies of the Lord thy God are alwaies vpon it, from the beginning of the yeere, euen vnto the ende of the yeere.
13 ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἀγαπᾶν κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
If yee shall hearken therefore vnto my commandements, which I commaund you this day, that yee loue the Lord your God and serue him with all your heart, and with all your soule,
14 καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καθ’ ὥραν πρόιμον καὶ ὄψιμον καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου
I also wil giue raine vnto your land in due time, the first raine and the latter, that thou maist gather in thy wheat, and thy wine, and thine oyle.
15 καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσίν σου καὶ φαγὼν καὶ ἐμπλησθεὶς
Also I will send grasse in thy fieldes, for thy cattel, that thou maist eate, and haue inough.
16 πρόσεχε σεαυτῷ μὴ πλατυνθῇ ἡ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
But beware lest your heart deceiue you, and lest yee turne aside, and serue other gods, and worship them,
17 καὶ θυμωθεὶς ὀργῇ κύριος ἐφ’ ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν καὶ οὐκ ἔσται ὑετός καὶ ἡ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς καὶ ἀπολεῖσθε ἐν τάχει ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ἧς ἔδωκεν ὁ κύριος ὑμῖν
And so the anger of the Lord be kindled against you, and he shut vp the heauen, that there be no raine, and that your lande yeelde not her fruit, and yee perish quickly from the good land, which the Lord giueth you.
18 καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν καὶ ἀφάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν καὶ ἔσται ἀσάλευτον πρὸ ὀφθαλμῶν ὑμῶν
Therefore shall ye lay vp these my words in your heart and in your soule, and binde them for a signe vpon your hand, that they may be as a frontlet betweene your eyes,
19 καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν αὐτὰ καθημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ κοιταζομένους καὶ διανισταμένους
And ye shall teach them your children, speaking of them, whe thou sittest in thine house, and when thou walkest by the way, and when thou liest downe, and when thou risest vp.
20 καὶ γράψετε αὐτὰ ἐπὶ τὰς φλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν
And thou shalt write them vpon the postes of thine house, and vpon thy gates,
21 ἵνα πολυημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καθὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς
That your daies may be multiplied, and the daies of your children, in ye land which the Lord sware vnto your fathers to giue them, as long as the heauens are aboue the earth.
22 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν ἀγαπᾶν κύριον τὸν θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσθαι αὐτῷ
For if ye keepe diligently all these commandements, which I command you to doe: that is, to loue the Lord your God, to walke in all his waies, and to cleaue vnto him,
23 καὶ ἐκβαλεῖ κύριος πάντα τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν καὶ κληρονομήσετε ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς
Then will the Lord cast out all these nations before you, and ye shall possesse great nations and mightier then you.
24 πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν ὑμῖν ἔσται ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου
All the places whereon the soles of your feete shall tread, shalbe yours: your coast shalbe from the wildernes and from Lebanon, and from the Riuer, euen the riuer Perath, vnto ye vttermost Sea.
25 οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν τὸν τρόμον ὑμῶν καὶ τὸν φόβον ὑμῶν ἐπιθήσει κύριος ὁ θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐφ’ ἧς ἐὰν ἐπιβῆτε ἐπ’ αὐτῆς ὃν τρόπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς
No man shall stande against you: for the Lord your God shall cast the feare and dread of you vpon all the land that ye shall treade vpon, as he hath said vnto you.
26 ἰδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον εὐλογίαν καὶ κατάραν
Beholde, I set before you this day a blessing and a curse:
27 τὴν εὐλογίαν ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
The blessing, if ye obey the commandements of the Lord your God which I command you this day:
28 καὶ τὰς κατάρας ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ ὑμῶν ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε
And ye curse, if ye wil not obey the commandements of the Lord your God, but turne out of the way, which I commande you this day, to go after other gods, which ye haue not knowen.
29 καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν καὶ δώσεις τὴν εὐλογίαν ἐπ’ ὄρος Γαριζιν καὶ τὴν κατάραν ἐπ’ ὄρος Γαιβαλ
When the Lord thy God therefore hath brought thee into ye lande, whither thou goest to possesse it, then thou shalt put the blessing vpon mount Gerizim, and the curse vpon mount Ebal.
30 οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χανααν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγολ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς
Are they not beyond Iorden on that part, where the sunne goeth downe in the land of the Canaanites, which dwel in the plaine ouer against Gilgal, beside the groue of Moreh?
31 ὑμεῖς γὰρ διαβαίνετε τὸν Ιορδάνην εἰσελθόντες κληρονομῆσαι τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας καὶ κληρονομήσετε αὐτὴν καὶ κατοικήσετε ἐν αὐτῇ
For yee shall passe ouer Iorden, to goe in to possesse the land, which ye Lord your God giueth you, and ye shall possesse it, and dwell therein.
32 καὶ φυλάξεσθε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον
Take heede therefore that ye doe all the commandements and the lawes, which I set before you this day.

< Δευτερονόμιον 11 >