< Ἀμώςʹ 9 >
1 εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπεν πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασῳζόμενος
I saw the Lord towering above the altar, and he commanded: Strike the tops of the pillars so that the foundations may shake, bring them down on the heads of the people below. The rest of them I will slay with the sword: no one will get away, no one will escape.
2 ἐὰν κατορυγῶσιν εἰς ᾅδου ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν ἐκεῖθεν κατάξω αὐτούς (Sheol )
If they dig down to Sheol, there will my hand take them. If they climb up to the heavens, from there will I bring them down. (Sheol )
3 ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου ἐκεῖθεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς
If they hide themselves on the top of Carmel, there will I search them out and take them. If they hide out of my sight at the bottom of the sea, there will I command the sea serpent to bite them.
4 καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ’ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά
If they are taken into captivity by their enemies, there will I command the sword to slay them. I will keep my eye on them but for evil and not for good.
5 καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου
It is the Lord the God of hosts, who touches the earth and it trembles, all who live on it mourn. The earth rises up like the Nile, and sinks like the Nile of Egypt.
6 ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ
The one who builds in the heavens, who sets the dome of the sky over the earth, who summons the waters of the sea and pours them out on the face of the earth: the Lord is his name.
7 οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί υἱοὶ Ισραηλ λέγει κύριος οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου
To me, Israelites, you are just like the Cushites, says the Lord. Yes, I brought Israel up out of the land of Egypt, but also the Philistines from Caphtor, and the Arameans from Kir!
8 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ λέγει κύριος
Behold the eyes of the Lord God are on the sinful kingdom: I will destroy it from the face of the earth! But I will not completely destroy the house of Jacob, says the Lord.
9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσιν τὸν οἶκον τοῦ Ισραηλ ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν
For behold I am about to give the command, and I will shake the house of Israel among all the nations just as one shakes grain in a sieve, but not a pebble shall fall to the ground.
10 ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες οὐ μὴ ἐγγίσῃ οὐδ’ οὐ μὴ γένηται ἐφ’ ἡμᾶς τὰ κακά
All the sinners of my people, who deny that disaster will touch or befall them, will die by the sword.
11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος
On that day I will raise up the fallen house of David, I will wall up its gaps and raise up its ruins, I will rebuild it as it was long ago.
12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς λέγει κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα
They will possess again the rest of Edom, and all the nations which once you ruled for me, says the Lord, who will do this.
13 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται
Listen! The days are coming, says the Lord, when the harvest is too big to reap before it is time to plough, when the grapes cannot be all trod before it is time to sow, when the mountains will run with sweet wine, and every hill will flow with it.
14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν
I will bring back my people Israel, they will rebuild waste cities and inhabit them, plant vineyards and drink their wine, make gardens and eat their fruit.
15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ
I will plant them on their own soil, and they will never again be uprooted from their land which I have given them, says the Lord your God.