< Ἀμώςʹ 7 >

1 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς
Ούτως έδειξεν εις εμέ Κύριος ο Θεός· και ιδού, εμόρφωσεν ακρίδας εν τη αρχή της βλαστήσεως του δευτέρου χόρτου, και ιδού, ήτο ο δεύτερος χόρτος μετά τον θερισμόν του βασιλέως.
2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
Και ότε ετελείωσαν να τρώγωσι τον χόρτον της γης, τότε είπα, Κύριε Θεέ, γενού ίλεως, δέομαι· τις θέλει αναστήσει τον Ιακώβ; διότι είναι ολιγοστός.
3 μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐκ ἔσται λέγει κύριος
Ο Κύριος μετεμελήθη εις τούτο· δεν θέλει γείνει, λέγει Κύριος.
4 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα
Ούτως έδειξεν εις εμέ Κύριος ο Θεός· και ιδού, Κύριος ο Θεός καλεί εις δίκην διά πυρός και το πυρ κατέφαγε την άβυσσον την μεγάλην και κατέφαγε μέρος της γης.
5 καὶ εἶπα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν
Τότε είπα, Κύριε Θεέ, παύσον, δέομαι· τις θέλει αναστήσει τον Ιακώβ; διότι είναι ολιγοστός.
6 μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται λέγει κύριος
Ο Κύριος μετεμελήθη εις τούτο· Και τούτο δεν θέλει γείνει, λέγει Κύριος ο Θεός.
7 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας
Ούτως έδειξεν εις εμέ, και ιδού, ο Κύριος ίστατο επί τοίχου εκτισμένου με στάθμην, έχων εν τη χειρί αυτού στάθμην.
8 καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Αμως καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν
Και είπε Κύριος προς εμέ, Τι βλέπεις συ, Αμώς; Και είπα, Στάθμην. Τότε είπεν ο Κύριος, Ιδού, εγώ θέλω βάλει στάθμην εις το μέσον του λαού μου Ισραήλ· δεν θέλω πλέον παρατρέξει αυτόν του λοιπού.
9 καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομφαίᾳ
Και οι βωμοί του Ισαάκ θέλουσιν ερημωθή και τα αγιαστήρια του Ισραήλ θέλουσιν αφανισθή· και θέλω σηκωθή εναντίον του οίκου Ιεροβοάμ εν ρομφαία.
10 καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ
Τότε ο Αμασίας ο ιερεύς της Βαιθήλ εξαπέστειλε προς Ιεροβοάμ τον βασιλέα του Ισραήλ, λέγων, Ο Αμώς συνώμοσεν εναντίον σου εν μέσω του οίκου Ισραήλ· ο τόπος δεν δύναται να υποφέρη πάντας τους λόγους αυτού·
11 διότι τάδε λέγει Αμως ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ
διότι ούτω λέγει ο Αμώς· Ο Ιεροβοάμ θέλει τελευτήσει διά ρομφαίας, ο δε Ισραήλ βεβαίως θέλει φερθή αιχμάλωτος εκ της γης αυτού.
12 καὶ εἶπεν Αμασιας πρὸς Αμως ὁ ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις
Τότε είπεν ο Αμασίας προς τον Αμώς, Ω συ ο βλέπων, ύπαγε, φύγε εις την γην Ιούδα και εκεί τρώγε άρτον και εκεί προφήτευε·
13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν
εν δε τη Βαιθήλ μη προφητεύσης πλέον, διότι είναι αγιαστήριον του βασιλέως και είναι οίκος του βασιλείου.
14 καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ’ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα
Και απεκρίθη ο Αμώς και είπε προς τον Αμασίαν, δεν ήμην εγώ προφήτης ουδέ υιός προφήτου εγώ, αλλ' ήμην βοσκός και συνάζων συκάμινα·
15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ
και ο Κύριος με έλαβεν από όπισθεν του ποιμνίου και είπε Κύριος προς εμέ, Ύπαγε, προφήτευσον εις τον λαόν μου Ισραήλ.
16 καὶ νῦν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ
Τώρα λοιπόν άκουε τον λόγον του Κυρίου. Συ λέγεις, Μη προφήτευε κατά του Ισραήλ και μη στάλαζε λόγον κατά του οίκου Ισαάκ.
17 διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ
Διά τούτο ούτω λέγει Κύριος· Η γυνή σου θέλει είσθαι πόρνη εν τη πόλει, και οι υιοί σου και αι θυγατέρες σου θέλουσι πέσει διά ρομφαίας, και η γη σου θέλει μερισθή διά σχοινίου, και συ θέλεις τελευτήσει εν γη ακαθάρτω· ο δε Ισραήλ βεβαίως θέλει φερθή αιχμάλωτος εκ της γης αυτού.

< Ἀμώςʹ 7 >