< Ἀμώςʹ 3 >

1 ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ’ ὑμᾶς οἶκος Ισραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου λέγων
Ακούσατε τον λόγον τούτον, τον οποίον ελάλησεν ο Κύριος εναντίον σας, υιοί Ισραήλ, εναντίον παντός του γένους, το οποίον ανεβίβασα εκ γης Αιγύπτου λέγων,
2 πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς διὰ τοῦτο ἐκδικήσω ἐφ’ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν
Εσάς μόνον εγνώρισα εκ πάντων των γενών της γής· διά τούτο θέλω σας τιμωρήσει διά πάσας τας ανομίας σας.
3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς
Δύνανται δύο να περιπατήσωσιν ομού, εάν δεν ήναι σύμφωνοι;
4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι
Θέλει βρυχήσει ο λέων εν τω δρυμώ, εάν δεν έχη θήραν; θέλει εκπέμψει την φωνήν αυτού ο σκύμνος από της κατοικίας αυτού, αν δεν επίασέ τι;
5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι
Δύναται πτηνόν να πέση εις παγίδα επί της γης, όπου δεν είναι βρόχος δι' αυτό; ήθελε σηκωθή παγίς εκ της γης, χωρίς να πιασθή τι;
6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν
Δύναται να ηχήση σάλπιγξ εν πόλει και ο λαός να μη πτοηθή; δύναται να γείνη συμφορά εν πόλει και ο Κύριος να μη έκαμεν αυτήν;
7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας
Βεβαίως Κύριος ο Θεός δεν θέλει κάμει ουδέν, χωρίς να αποκαλύψη το απόκρυφον αυτού εις τους δούλους αυτού τους προφήτας.
8 λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει
Ο λέων εβρύχησε· τις δεν θέλει φοβηθή; Κύριος ο Θεός ελάλησε· τις δεν θέλει προφητεύσει;
9 ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ
Κηρύξατε προς τα παλάτια της Αζώτου και προς τα παλάτια της γης της Αιγύπτου και είπατε, Συνάχθητε επί τα όρη της Σαμαρείας και ιδέτε τους μεγάλους θορύβους εν μέσω αυτής και τας καταδυναστείας εν μέσω αυτής,
10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν
διότι δεν εξεύρουσι να πράττωσι το ορθόν, λέγει Κύριος, οι θησαυρίζοντες αδικίαν και αρπαγήν εν τοις παλατίοις αυτών.
11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χῶραί σου
Διά τούτο ούτω λέγει Κύριος ο Θεός· Εχθρός θέλει περικυκλώσει την γην σου και θέλει καταβάλει την ισχύν σου από σου και τα παλάτιά σου θέλουσι διαρπαγή.
12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς
Ούτω λέγει Κύριος· Καθώς ο ποιμήν αποσπά από του στόματος του λέοντος δύο σκέλη ή λοβόν ωτίου, ούτω θέλουσιν αποσπασθή οι υιοί Ισραήλ, οι κατοικούντες εν Σαμαρεία από της γωνίας της κλίνης και εν Δαμασκώ από της στρωμνής.
13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ
Ακούσατε και διαμαρτυρήθητε προς τον οίκον Ιακώβ, λέγει Κύριος ο Θεός, ο Θεός των δυνάμεων,
14 διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ’ αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν
ότι καθ' ην ημέραν επισκεφθώ τας παραβάσεις του Ισραήλ επ' αυτόν, θέλω επισκεφθή και τα θυσιαστήρια της Βαιθήλ, και τα κέρατα του θυσιαστηρίου θέλουσιν εκκοπή και πέσει κατά γης.
15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος
Και θέλω πατάξει τον χειμερινόν οίκον μετά του θερινού οίκου, και οι οίκοι οι ελεφάντινοι θέλουσιν απολεσθή και οι οίκοι οι μεγάλοι θέλουσιν αφανισθή, λέγει Κύριος.

< Ἀμώςʹ 3 >