< Ἀμώςʹ 2 >
1 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ’ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ιδουμαίας εἰς κονίαν
Ούτω λέγει Κύριος· Διά τας τρεις παραβάσεις του Μωάβ και διά τας τέσσαρας δεν θέλω αποστρέψει την τιμωρίαν αυτού· διότι κατέκαυσε τα οστά του βασιλέως του Εδώμ μέχρι κονίας·
2 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τῶν πόλεων αὐτῆς καὶ ἀποθανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος
αλλά θέλω εξαποστείλει πυρ επί τον Μωάβ και θέλει καταφάγει τα παλάτια της Κιριώθ· και ο Μωάβ θέλει αποθάνει μετά θορύβου, μετά κραυγής, μετ' ήχου σάλπιγγος.
3 καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτῆς καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ’ αὐτοῦ λέγει κύριος
Και θέλω εξολοθρεύσει τον κριτήν εκ μέσου αυτού, και θέλω αποκτείνει πάντας τους άρχοντας αυτού μετ' αυτού, λέγει Κύριος.
4 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίησαν οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν
Ούτω λέγει Κύριος· Διά τας τρεις παραβάσεις του Ιούδα και διά τας τέσσαρας δεν θέλω αποστρέψει την τιμωρίαν αυτού, διότι κατεφρόνησαν τον νόμον του Κυρίου και δεν εφύλαξαν τα προστάγματα αυτού και επλάνησαν αυτούς τα μάταια αυτών, κατόπιν των οποίων περιεπάτησαν οι πατέρες αυτών·
5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ
αλλά θέλω εξαποστείλει πυρ επί τον Ιούδαν και θέλει καταφάγει τα παλάτια της Ιερουσαλήμ.
6 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ’ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων
Ούτω λέγει Κύριος· Διά τας τρεις παραβάσεις του Ισραήλ και διά τας τέσσαρας δεν θέλω αποστρέψει την τιμωρίαν αυτού διότι επώλησαν τον δίκαιον δι' αργύριον και τον πένητα διά ζεύγος υποδημάτων·
7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ θεοῦ αὐτῶν
οίτινες ποθούσι να βλέπωσι την κόνιν της γης επί την κεφαλήν των πτωχών και εκκλίνουσι την οδόν των πενήτων· και υιός και πατήρ αυτού υπάγουσι προς την αυτήν παιδίσκην, διά να βεβηλόνωσι το όνομα το άγιόν μου·
8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν
και πλαγιάζουσι πλησίον παντός θυσιαστηρίου επί ενδυμάτων ενεχυριασμένων, και πίνουσιν εν τω οίκω των θεών αυτών τον οίνον των καταδυναστευομένων.
9 ἐγὼ δὲ ἐξῆρα τὸν Αμορραῖον ἐκ προσώπου αὐτῶν οὗ ἦν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωθεν
Αλλ' εγώ εξωλόθρευσα τον Αμορραίον απ' έμπροσθεν αυτών, του οποίου το ύψος ήτο ως το ύψος των κέδρων και αυτός ισχυρός ως αι δρύς· και ηφάνισα τον καρπόν αυτού επάνωθεν και τας ρίζας αυτού υποκάτωθεν.
10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Αμορραίων
Και εγώ σας ανεβίβασα εκ γης Αιγύπτου και σας περιέφερον τεσσαράκοντα έτη διά της ερήμου, διά να κληρονομήσητε την γην του Αμορραίου.
11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταῦτα υἱοὶ Ισραηλ λέγει κύριος
Και ανέστησα εκ των υιών σας διά προφήτας και εκ των νεανίσκων σας διά Ναζηραίους. Δεν είναι ούτως, υιοί Ισραήλ; λέγει Κύριος.
12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε
Σεις δε εποτίζετε τους Ναζηραίους οίνον και προσετάξατε τους προφήτας λέγοντες, Μη προφητεύσητε.
13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης
Ιδού, εγώ θέλω καταθλίψει υμάς εν τω τόπω υμών, καθώς καταθλίβεται η άμαξα η πλήρης δραγμάτων.
14 καὶ ἀπολεῖται φυγὴ ἐκ δρομέως καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
Και η φυγή θέλει χαθή από του δρομέως και ο ανδρείος δεν θέλει στερεώσει την ισχύν αυτού και ο ισχυρός δεν θέλει διασώσει την ψυχήν αυτού,
15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωθῇ οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ
και ο τοξότης δεν θέλει δυνηθή να σταθή· και ο ταχύπους να εκφύγη και ο ιππεύς να σώση την ζωήν αυτού,
16 καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος
και ο μεταξύ των δυνατών γενναιοκάρδιος γυμνός θέλει φύγει εν εκείνη τη ημέρα, λέγει Κύριος.