< Βασιλειῶν Βʹ 9 >

1 καὶ εἶπεν Δαυιδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν
達味問說:「撒烏耳家中還有剩下的人嗎﹖為了約納堂,我要對他表示慈愛。」
2 καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς εἰ σὺ εἶ Σιβα καὶ εἶπεν ἐγὼ δοῦλος σός
撒烏耳家有一個僕人,名叫漆巴,有人把他帶到達味前;君王又問他說:「你是漆巴嗎﹖」他答說:「你的僕人是。」
3 καὶ εἶπεν ὁ βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας
君王又問他說:「撒烏耳家中還有什麼人在嗎﹖我好對他表示天主的慈愛。」漆巴回答君王說:「還有約納堂的一個雙腳跛瘸的兒子。」
4 καὶ εἶπεν ὁ βασιλεύς ποῦ οὗτος καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
君王向他說:「他在那裏﹖」漆巴回答君王說:「他在羅德巴爾,阿米耳的兒子瑪基爾家裏。」
5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ
達味派人從羅德巴爾,阿米耳的兒子瑪基爾家裏把他接來。
6 καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε καὶ εἶπεν ἰδοὺ ὁ δοῦλός σου
撒烏耳的孫子、約納堂的兒子,默黎巴耳來到達味前,就俯伏在地,叩拜君王。達味說:「默黎巴耳! 」他答:「你的僕人在這裏。」
7 καὶ εἶπεν αὐτῷ Δαυιδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός
達味向他說:「你不要害怕,為了你的父親約納堂,我要恩待你,將你祖父撒烏耳所有的土地全歸還給你;你以後要享用我桌上的食物。」
8 καὶ προσεκύνησεν Μεμφιβοσθε καὶ εἶπεν τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί
他伏首至地叩拜說:「你的僕人算什麼﹖你竟來眷顧像我這樣的一個死狗。」
9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου
君王把撒烏耳的僕人漆巴召來,向他說:「撒烏耳和他全家所有的一切,我全給了你主人的兒子。
10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι
所以,你和你的兒子以及你的僕役,應為他耕種田地,將收穫供給你主人的家庭作食糧;但你主人的兒子默黎巴耳要常享用我桌上的食物。」漆巴有十五個兒子,二十個僕役。
11 καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει ὁ δοῦλός σου καὶ Μεμφιβοσθε ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως
漆巴回答君王說:「凡我主大王吩咐你僕人的,你的僕人必全依照遵行。」如此,默黎巴耳享用君王桌上的食物,就如君王的一個兒子。
12 καὶ τῷ Μεμφιβοσθε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμφιβοσθε
默黎巴耳有個小兒,名叫米加。凡住在漆巴家裏的人,無不服事默黎巴耳。
13 καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ
默黎巴耳常住在耶路撒冷,因為他應常享用君王桌上的食物,只是他的雙腳跛了。

< Βασιλειῶν Βʹ 9 >