< Βασιλειῶν Βʹ 17 >
1 καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα
Και ο Αχιτόφελ είπε προς τον Αβεσσαλώμ, Ας εκλέξω τώρα δώδεκα χιλιάδας ανδρών και σηκωθείς, ας καταδιώξω οπίσω του Δαβίδ την νύκτα·
2 καὶ ἐπελεύσομαι ἐπ’ αὐτόν καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν καὶ ἐκστήσω αὐτόν καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον
και θέλω επέλθει κατ' αυτού, ενώ είναι αποκαμωμένος και εκλελυμένος τας χείρας, και θέλω κατατρομάξει αυτόν· και πας ο λαός ο μετ' αυτού θέλει φύγει, και θέλω πατάξει τον βασιλέα μεμονωμένον·
3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη
και θέλω επιστρέψει πάντα τον λαόν προς σέ· διότι ο ανήρ, τον οποίον συ ζητείς, είναι ως εάν πάντες επέστρεφον· πας δε ο λαός θέλει είσθαι εν ειρήνη.
4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ
Και ήρεσεν ο λόγος εις τον Αβεσσαλώμ και εις πάντας τους πρεσβυτέρους του Ισραήλ.
5 καὶ εἶπεν Αβεσσαλωμ καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ
Τότε είπεν ο Αβεσσαλώμ, Κάλεσον τώρα και Χουσαΐ τον Αρχίτην, και ας ακούσωμεν τι λέγει και αυτός.
6 καὶ εἰσῆλθεν Χουσι πρὸς Αβεσσαλωμ καὶ εἶπεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Αχιτοφελ εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ εἰ δὲ μή σὺ λάλησον
Και ότε εισήλθεν ο Χουσαΐ προς τον Αβεσσαλώμ, είπε προς αυτόν ο Αβεσσαλώμ, λέγων, Ο Αχιτόφελ ελάλησε κατά τούτον τον τρόπον· πρέπει να κάμωμεν κατά τον λόγον αυτού ή ουχί; λάλησον συ.
7 καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ οὐκ ἀγαθὴ αὕτη ἡ βουλή ἣν ἐβουλεύσατο Αχιτοφελ τὸ ἅπαξ τοῦτο
Και είπεν ο Χουσαΐ προς τον Αβεσσαλώμ, Δεν είναι καλή η συμβουλή, την οποίαν έδωκεν ο Αχιτόφελ ταύτην την φοράν.
8 καὶ εἶπεν Χουσι σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν
Και είπεν ο Χουσαΐ, συ εξεύρεις τον πατέρα σου και τους άνδρας αυτού, ότι είναι δυνατοί και κατάπικροι την ψυχήν, ως άρκτος στερηθείσα των τέκνων αυτής εν τη πεδιάδι και ο πατήρ σου είναι ανήρ πολεμιστής και δεν θέλει μείνει την νύκτα μετά του λαού·
9 ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλωμ
ιδού, τώρα είναι κεκρυμμένος εν λάκκω τινί ή εν άλλω τινί τόπω· και εάν πέσωσί τινές εξ αυτών εις την αρχήν, πας όστις ακούση θέλει ειπεί, θραύσις έγεινεν εις τον λαόν, τον ακολουθούντα τον Αβεσσαλώμ·
10 καί γε αὐτὸς υἱὸς δυνάμεως οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος τηκομένη τακήσεται ὅτι οἶδεν πᾶς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ’ αὐτοῦ
τότε και ο ανδρείος, του οποίου η καρδία είναι ως η καρδία του λέοντος, θέλει παντάπασι νεκρωθή· διότι πας ο Ισραήλ εξεύρει, ότι ο πατήρ σου είναι δυνατός· και οι μετ' αυτού, άνδρες δυνάμεως·
11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν
διά ταύτα εγώ συμβουλεύω να συναχθή προς σε πας ο Ισραήλ, από Δαν έως Βηρ-σαβεέ, ως η άμμος η παρά την θάλασσαν κατά το πλήθος, και να υπάγης προσωπικώς να πολεμήσης·
12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ καὶ παρεμβαλοῦμεν ἐπ’ αὐτόν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ καί γε ἕνα
ούτω θέλομεν επέλθει κατ' αυτού εις όντινα τόπον ευρεθή, και θέλομεν πέσει επ' αυτόν ως πίπτει η δρόσος επί την γήν· ώστε εξ αυτού και εκ πάντων των ανθρώπων των μετ' αυτού δεν θέλει μείνει ουδέ είς·
13 καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος
εάν δε καταφύγη εις πόλιν τινά, τότε πας ο Ισραήλ θέλει φέρει κατά της πόλεως εκείνης σχοινία, και θέλομεν σύρει αυτήν έως του χειμάρρου, ώστε να μη μείνη εκεί ουδέ λιθάριον.
14 καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ ἀγαθὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοφελ καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοφελ τὴν ἀγαθήν ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα
Και είπεν ο Αβεσσαλώμ και πάντες οι άνδρες Ισραήλ, Καλητέρα είναι η συμβουλή του Χουσαΐ του Αρχίτου παρά την συμβουλήν του Αχιτόφελ. Διότι ο Κύριος διέταξε να διασκεδάση την καλήν συμβουλήν του Αχιτόφελ, διά να επιφέρη ο Κύριος το κακόν επί τον Αβεσσαλώμ.
15 καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοφελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ
Και είπεν ο Χουσαΐ προς τον Σαδώκ και προς τον Αβιάθαρ, τους ιερείς, Ούτω και ούτω συνεβούλευσεν ο Αχιτόφελ τον Αβεσσαλώμ και τους πρεσβυτέρους του Ισραήλ, και ούτω και ούτω συνεβούλευσα εγώ·
16 καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυιδ λέγοντες μὴ αὐλισθῇς τὴν νύκτα ἐν Αραβωθ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ
τώρα λοιπόν αποστείλατε ταχέως και αναγγείλατε προς τον Δαβίδ, λέγοντες, Μη μείνης την νύκτα ταύτην εν ταις πεδιάσι της ερήμου, αλλά σπεύσον να διαπεράσης, διά να μη καταποθή ο βασιλεύς και πας ο λαός ο μετ' αυτού.
17 καὶ Ιωναθαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγηλ καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυιδ ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν
Ο δε Ιωνάθαν και ο Αχιμάας ίσταντο πλησίον της Εν-ρωγήλ, διότι δεν ετόλμων να φανώσιν ότι εισήρχοντο εις την πόλιν· και υπήγε παιδίσκη τις και απήγγειλε προς αυτούς το πράγμα· οι δε υπήγαν και απήγγειλαν προς τον βασιλέα Δαβίδ.
18 καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ καὶ κατέβησαν ἐκεῖ
Νέος τις δε ιδών αυτούς, απήγγειλε προς τον Αβεσσαλώμ· πλην και οι δύο υπήγαν ταχέως και εισήλθον εις την οικίαν τινός εν Βαουρείμ, όστις είχε φρέαρ εν τη αυλή αυτού, και κατέβησαν εκεί.
19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ’ αὐτῷ Αραφωθ καὶ οὐκ ἐγνώσθη ῥῆμα
Και η γυνή λαβούσα κάλυμμα εξήπλωσεν επί το στόμιον του φρέατος, και έχυσεν επ' αυτό κοπανισμένον σίτον· ώστε δεν εγνώσθη το πράγμα.
20 καὶ ἦλθαν οἱ παῖδες Αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν ποῦ Αχιμαας καὶ Ιωναθαν καὶ εἶπεν αὐτοῖς ἡ γυνή παρῆλθαν μικρὸν τοῦ ὕδατος καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ
Και ελθόντες οι δούλοι του Αβεσσαλώμ εις την οικίαν προς την γυναίκα, είπον, Που είναι ο Αχιμάας και ο Ιωνάθαν; Η δε γυνή είπε προς αυτούς, Διέβησαν το ρυάκιον του ύδατος. Και αφού εζήτησαν και δεν εύρηκαν αυτούς, επέστρεψαν εις Ιερουσαλήμ.
21 ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοφελ
Αφού δε εκείνοι ανεχώρησαν, ανέβησαν εκ του φρέατος και υπήγαν και απήγγειλαν προς τον βασιλέα Δαβίδ και είπον προς τον Δαβίδ, Σηκώθητε και περάσατε ταχέως το ύδωρ· διότι ούτω συνεβούλευσεν εναντίον σας ο Αχιτόφελ.
22 καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην
Τότε εσηκώθη ο Δαβίδ και πας ο λαός ο μετ' αυτού και διέβησαν τον Ιορδάνην· μέχρι του χαράγματος της ημέρας δεν έλειψεν ουδέ εις εξ αυτών, όστις δεν διέβη τον Ιορδάνην.
23 καὶ Αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ
Ο δε Αχιτόφελ, ιδών ότι η συμβουλή αυτού δεν εξετελέσθη, εσαμάρωσε τον όνον αυτού και σηκωθείς, ανεχώρησε προς τον οίκον αυτού, εις την πόλιν αυτού· και αφού διέταξε τα του οίκου αυτού, εκρεμάσθη και απέθανε και ετάφη εν τω τάφω του πατρός αυτού.
24 καὶ Δαυιδ διῆλθεν εἰς Μαναϊμ καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ’ αὐτοῦ
Και ο Δαβίδ ήλθεν εις Μαχαναΐμ· ο δε Αβεσσαλώμ διέβη τον Ιορδάνην, αυτός και πάντες οι άνδρες Ισραήλ μετ' αυτού.
25 καὶ τὸν Αμεσσαϊ κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως καὶ Αμεσσαϊ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοθορ ὁ Ισραηλίτης οὗτος εἰσῆλθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ
Και κατέστησεν ο Αβεσσαλώμ αρχιστράτηγον τον Αμασά αντί του Ιωάβ. Ήτο δε ο Αμασά υιός ανδρός ονομαζομένου Ιθρά, Ισραηλίτου, όστις εισήλθε προς την Αβιγαίαν, θυγατέρα του Νάας, αδελφήν Σερουΐας, της μητρός του Ιωάβ.
26 καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ
Και εστρατοπέδευσαν ο Ισραήλ και ο Αβεσσαλώμ εν γη Γαλαάδ.
27 καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυιδ εἰς Μαναϊμ Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ
Ότε δε ήλθεν ο Δαβίδ εις Μαχαναΐμ, Σωβεί, ο υιός του Νάας από Ραββά εκ των υιών Αμμών, και Μαχείρ, ο υιός του Αμμήλ από Λό-δεβάρ, και Βαρζελλαΐ ο Γαλααδίτης από Ρωγελλίμ,
28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν
έφεραν κλίνας και λεκάνας και σκεύη πήλινα και σίτον και κριθήν και άλευρον και σίτον πεφρυγανισμένον και κυάμους και φακήν και όσπρια πεφρυγανισμένα,
29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ Σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ’ αὐτοῦ φαγεῖν ὅτι εἶπαν ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ
και μέλι και βούτυρον και πρόβατα και τυρούς βοός προς τον Δαβίδ και προς τον λαόν τον μετ' αυτού, διά να φάγωσι διότι είπον, Ο λαός είναι πεινασμένος και εκλελυμένος και διψασμένος εν τη ερήμω.