< Βασιλειῶν Βʹ 12 >
1 καὶ ἀπέστειλεν κύριος τὸν Ναθαν τὸν προφήτην πρὸς Δαυιδ καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ εἷς πλούσιος καὶ εἷς πένης
Και απέστειλεν ο Κύριος τον Νάθαν προς τον Δαβίδ. Και ήλθε προς αυτόν και είπε προς αυτόν, Ήσαν δύο άνδρες εν πόλει τινί, ο εις πλούσιος, ο δε άλλος πτωχός.
2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα
Ο πλούσιος είχε ποίμνια και βουκόλια πολλά σφόδρα·
3 καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ
ο δε πτωχός δεν είχεν άλλο, ειμή μίαν μικράν αμνάδα, την οποίαν ηγόρασε και έθρεψε· και εμεγάλωσε μετ' αυτού και μετά των τέκνων αυτού ομού· από του άρτου αυτού έτρωγε, και από του ποτηρίου αυτού έπινε, και εν τω κόλπω αυτού εκοιμάτο, και ήτο εις αυτόν ως θυγάτηρ.
4 καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν
Ήλθε δε τις διαβάτης προς τον πλούσιον και εφειδωλεύθη να λάβη εκ των ποιμνίων αυτού και εκ των αγέλων αυτού, διά να ετοιμάση εις τον οδοιπόρον τον ελθόντα προς αυτόν, και έλαβε την αμνάδα του πτωχού και ητοίμασεν αυτήν διά τον άνθρωπον τον ελθόντα προς αυτόν.
5 καὶ ἐθυμώθη ὀργῇ Δαυιδ σφόδρα τῷ ἀνδρί καὶ εἶπεν Δαυιδ πρὸς Ναθαν ζῇ κύριος ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο
Και εξήφθη η οργή του Δαβίδ κατά του ανθρώπου σφόδρα· και είπε προς τον Νάθαν, Ζη Κύριος, άξιος θανάτου είναι ο άνθρωπος, όστις έπραξε τούτο·
6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνθ’ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο
και θέλει πληρώσει την αμνάδα τετραπλάσιον, επειδή έπραξε το πράγμα τούτο και επειδή δεν εσπλαγχνίσθη.
7 καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ
Και είπεν ο Νάθαν προς τον Δαβίδ, Συ είσαι ο άνθρωπος· ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Εγώ σε έχρισα βασιλέα επί τον Ισραήλ, και εγώ σε ηλευθέρωσα εκ χειρός του Σαούλ·
8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα καὶ εἰ μικρόν ἐστιν προσθήσω σοι κατὰ ταῦτα
και έδωκα εις σε τον οίκον του κυρίου σου και τας γυναίκας του κυρίου σου εις τον κόλπον σου, και έδωκα εις σε τον οίκον του Ισραήλ και του Ιούδα· και εάν τούτο ήτο ολίγον, ήθελον προσθέσει εις σε τοιαύτα και τοιαύτα·
9 τί ὅτι ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Αμμων
διά τι κατεφρόνησας τον λόγον του Κυρίου, ώστε να πράξης το κακόν εις τους οφθαλμούς αυτού; Ουρίαν τον Χετταίον επάταξας εν ρομφαία, και την γυναίκα αυτού έλαβες εις σεαυτόν γυναίκα, και αυτόν εθανάτωσας εν τη ρομφαία των υιών Αμμών·
10 καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ’ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα
τώρα λοιπόν δεν θέλει αποσυρθή ποτέ ρομφαία εκ του οίκου σου· επειδή με κατεφρόνησας και έλαβες την γυναίκα Ουρίου του Χετταίου, διά να ήναι γυνή σου.
11 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ’ ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου
Ούτω λέγει Κύριος· Ιδού, θέλω επεγείρει εναντίον σου κακά εκ του οίκου σου, και θέλω λάβει τας γυναίκάς σου έμπροσθεν των οφθαλμών σου και δώσει αυτάς εις τον πλησίον σου, και θέλει κοιμηθή μετά των γυναικών σου ενώπιον του ηλίου τούτου·
12 ὅτι σὺ ἐποίησας κρυβῇ κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου
διότι συ έπραξας κρυφίως· αλλ' εγώ θέλω κάμει τούτο το πράγμα έμπροσθεν παντός του Ισραήλ και κατέναντι του ηλίου.
13 καὶ εἶπεν Δαυιδ τῷ Ναθαν ἡμάρτηκα τῷ κυρίῳ καὶ εἶπεν Ναθαν πρὸς Δαυιδ καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου οὐ μὴ ἀποθάνῃς
Και είπεν ο Δαβίδ προς τον Νάθαν, Ημάρτησα εις τον Κύριον. Ο δε Νάθαν είπε προς τον Δαβίδ, Και ο Κύριος παρέβλεψε το αμάρτημά σου· δεν θέλεις αποθάνει·
14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχθροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται
επειδή όμως διά ταύτης της πράξεως έδωκας μεγάλην αφορμήν εις τους εχθρούς του Κυρίου να βλασφημώσι, διά τούτο το παιδίον το γεννηθέν εις σε εξάπαντος θέλει αποθάνει.
15 καὶ ἀπῆλθεν Ναθαν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔθραυσεν κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τῷ Δαυιδ καὶ ἠρρώστησεν
Και απήλθεν ο Νάθαν εις τον οίκον αυτού. Ο δε Κύριος επάταξε το παιδίον, το οποίον εγέννησεν η γυνή του Ουρίου εις τον Δαβίδ, και ηρρώστησε.
16 καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς
Και ικέτευσεν ο Δαβίδ τον Θεόν υπέρ του παιδίου· και ενήστευσεν ο Δαβίδ και εισελθών διενυκτέρευσε, κοιτόμενος κατά γης.
17 καὶ ἀνέστησαν ἐπ’ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον
Και εσηκώθησαν οι πρεσβύτεροι του οίκου αυτού, και ήλθον προς αυτόν διά να σηκώσωσιν αυτόν από της γής· πλην δεν ηθέλησεν ουδέ έφαγεν άρτον μετ' αυτών.
18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον ὅτι εἶπαν ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκεν τὸ παιδάριον καὶ ποιήσει κακά
Και την ημέραν την εβδόμην απέθανε το παιδίον. Και εφοβήθησαν οι δούλοι του Δαβίδ να αναγγείλωσι προς αυτόν ότι το παιδίον απέθανε· διότι έλεγον, Ιδού, ενώ έζη έτι το παιδίον, ελαλούμεν προς αυτόν, και δεν εισήκουε της φωνής ημών· πόσον λοιπόν κακόν θέλει κάμει, εάν είπωμεν προς αυτόν ότι το παιδίον απέθανεν;
19 καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ εἰ τέθνηκεν τὸ παιδάριον καὶ εἶπαν τέθνηκεν
Αλλ' ιδών ο Δαβίδ ότι οι δούλοι αυτού εψιθύριζον μετ' αλλήλων, ενόησεν ο Δαβίδ ότι το παιδίον απέθανεν· όθεν είπεν ο Δαβίδ προς τους δούλους αυτού, Απέθανε το παιδίον; οι δε είπον, Απέθανε.
20 καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν καὶ παρέθηκαν αὐτῷ ἄρτον καὶ ἔφαγεν
Τότε εσηκώθη ο Δαβίδ από της γης και ελούσθη και ηλείφθη και ήλλαξε τα ιμάτια αυτού, και εισήλθεν εις τον οίκον του Κυρίου, και προσεκύνησεν· έπειτα εισήλθεν εις τον οίκον αυτού· και εζήτησε να φάγη και έβαλον έμπροσθεν αυτού άρτον, και έφαγεν.
21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας
Οι δε δούλοι αυτού είπον προς αυτόν, Τι είναι τούτο, το οποίον έκαμες; ενήστευες και έκλαιες περί του παιδίου, ενώ έζη· αφού δε απέθανε το παιδίον, εσηκώθης και έφαγες άρτον.
22 καὶ εἶπεν Δαυιδ ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα ὅτι εἶπα τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον
Και είπεν, Ενώ έτι έζη το παιδίον, ενήστευσα και έκλαυσα, διότι είπα, Τις εξεύρει; ίσως ο Θεός με ελεήση, και ζήση το παιδίον·
23 καὶ νῦν τέθνηκεν ἵνα τί τοῦτο ἐγὼ νηστεύω μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι ἐγὼ πορεύσομαι πρὸς αὐτόν καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με
αλλά τώρα απέθανε· διά τι να νηστεύω; μήπως δύναμαι να επιστρέψω αυτό πάλιν; εγώ θέλω υπάγει προς αυτό, αυτό όμως δεν θέλει αναστρέψει προς εμέ.
24 καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ ἐκοιμήθη μετ’ αὐτῆς καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμων καὶ κύριος ἠγάπησεν αὐτόν
Και παρηγόρησεν ο Δαβίδ την Βηθ-σαβεέ την γυναίκα αυτού, και εισήλθε προς αυτήν και εκοιμήθη μετ' αυτής, και εγέννησεν υιόν, και εκάλεσε το όνομα αυτού Σολομών· και ο Κύριος ηγάπησεν αυτόν.
25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου
Και έστειλε διά χειρός Νάθαν του προφήτου, και εκάλεσε το όνομα αυτού Ιεδιδία, διά τον Κύριον.
26 καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαθ υἱῶν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας
Ο δε Ιωάβ επολέμησεν εναντίον της Ραββά των υιών Αμμών, και εκυρίευσε την βασιλικήν πόλιν.
27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων
Και απέστειλεν ο Ιωάβ μηνυτάς προς τον Δαβίδ και είπεν, Επολέμησα εναντίον της Ραββά, μάλιστα εκυρίευσα την πόλιν των υδάτων·
28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ’ αὐτήν
τώρα λοιπόν σύναξον το επίλοιπον του λαού, και στρατοπέδευσον εναντίον της πόλεως και κυρίευσον αυτήν, διά να μη κυριεύσω εγώ την πόλιν, και ονομασθή το όνομά μου επ' αυτήν.
29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν
Και συνήθροισεν ο Δαβίδ πάντα τον λαόν, και υπήγεν εις Ραββά και επολέμησεν εναντίον αυτής και εκυρίευσεν αυτήν·
30 καὶ ἔλαβεν τὸν στέφανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα
και έλαβε τον στέφανον του βασιλέως αυτών από της κεφαλής αυτού, το βάρος του οποίου ήτο εν τάλαντον χρυσίου με λίθους πολυτίμους· και ετέθη επί της κεφαλής του Δαβίδ· και λάφυρα της πόλεως εξέφερε πολλά σφόδρα·
31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλημ
και τον λαόν τον εν αυτή εξήγαγε και έβαλεν υπό πρίονας και υπό τριβόλους σιδηρούς και υπό πελέκεις σιδηρούς, και επέρασεν αυτούς διά της καμίνου των πλίνθων. Και ούτως έκαμεν εις πάσας τας πόλεις των υιών Αμμών. Τότε επέστρεψεν ο Δαβίδ και πας ο λαός εις Ιερουσαλήμ.