< Βασιλειῶν Βʹ 1 >

1 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ καὶ ἐκάθισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο
Μετά δε τον θάνατον του Σαούλ, αφού επέστρεψεν ο Δαβίδ από της σφαγής των Αμαληκιτών, εκάθησεν ο Δαβίδ εν Σικλάγ δύο ημέρας·
2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ
την δε τρίτην ημέραν, ιδού, ήλθεν άνθρωπος εκ του στρατοπέδου από πλησίον του Σαούλ, έχων διεσχισμένα τα ιμάτια αυτού και χώμα επί της κεφαλής αυτού· και καθώς εισήλθε προς τον Δαβίδ, έπεσεν εις την γην και προσεκύνησε.
3 καὶ εἶπεν αὐτῷ Δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι
Και είπε προς αυτόν ο Δαβίδ, Πόθεν έρχεσαι; Ο δε είπε προς αυτόν, Εγώ εκ του στρατοπέδου του Ισραήλ διεσώθην.
4 καὶ εἶπεν αὐτῷ Δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν
Και είπε προς αυτόν ο Δαβίδ, Τι συνέβη; ειπέ μοι, παρακαλώ. Και απεκρίθη, Ότι έφυγεν ο λαός εκ της μάχης, και πολλοί μάλιστα εκ του λαού έπεσον και απέθανον· απέθανον δε και Σαούλ και Ιωνάθαν ο υιός αυτού.
5 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ
Και είπεν ο Δαβίδ προς τον νέον τον απαγγέλλοντα προς αυτόν, Πως εξεύρεις ότι απέθανεν ο Σαούλ, και Ιωνάθαν ο υιός αυτού;
6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ
Και είπεν ο νέος ο απαγγέλλων προς αυτόν, Ευρέθην κατά τύχην εν τω όρει Γελβουέ, και ιδού, ο Σαούλ ήτο κεκλιμένος επί του δόρατος αυτού, και ιδού, αι άμαξαι και οι ιππείς κατέφθανον αυτόν.
7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ
και ότε έβλεψεν εις τα οπίσω αυτού, με είδε και με εκάλεσε· και απεκρίθην, Ιδού, εγώ.
8 καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι
Και είπε προς εμέ, Ποίος είσαι; Και απεκρίθην προς αυτόν, Είμαι Αμαληκίτης.
9 καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί
Πάλιν είπε προς εμέ, Στήθι επάνω μου, παρακαλώ, και θανάτωσόν με· διότι σκοτοδινίασις με κατέλαβεν, επειδή η ζωή μου είναι έτι όλη εν εμοί.
10 καὶ ἐπέστην ἐπ’ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε
Εστάθην λοιπόν επ' αυτόν και εθανάτωσα αυτόν· επειδή ήμην βέβαιος ότι δεν ηδύνατο να ζήση αφού έπεσε· και έλαβον το διάδημα το επί της κεφαλής αυτού και το βραχιόλιον το εν τω βραχίονι αυτού, και έφερα αυτά ενταύθα προς τον κύριόν μου.
11 καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν
Τότε πιάσας ο Δαβίδ τα ιμάτια αυτού, διέσχισεν αυτά· και πάντες ομοίως οι άνδρες οι μετ' αυτού.
12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ
Και επένθησαν και έκλαυσαν και ενήστευσαν έως εσπέρας διά τον Σαούλ και διά Ιωνάθαν τον υιόν αυτού και διά τον λαόν του Κυρίου και διά τον οίκον του Ισραήλ, διότι έπεσον διά ρομφαίας.
13 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι
Είπε δε ο Δαβίδ προς τον νέον, τον απαγγέλλοντα προς αυτόν, Πόθεν είσαι; Και απεκρίθη, Είμαι υιός παροίκου τινός Αμαληκίτου.
14 καὶ εἶπεν αὐτῷ Δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου
Και είπε προς αυτόν ο Δαβίδ, Πως δεν εφοβήθης να επιβάλης την χείρα σου διά να θανατώσης τον κεχρισμένον του Κυρίου;
15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν
Και εκάλεσεν ο Δαβίδ ένα εκ των νέων και είπε, Πλησίασον, πέσον επ' αυτόν. Και επάταξεν αυτόν, και απέθανε.
16 καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου
Και είπε προς αυτόν ο Δαβίδ, Το αίμα σου επί της κεφαλής σου· διότι το στόμα σου εμαρτύρησεν εναντίον σου, λέγων, Εγώ εθανάτωσα τον κεχρισμένον του Κυρίου.
17 καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ
Και εθρήνησεν ο Δαβίδ τον θρήνον τούτον επί τον Σαούλ και επί Ιωνάθαν τον υιόν αυτού·
18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς
και παρήγγειλε να διδάξωσι τους υιούς Ιούδα τούτο το άσμα του τόξου· ιδού, είναι γεγραμμένον εν τω βιβλίω του Ιασήρ.
19 στήλωσον Ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί
Ω δόξα του Ισραήλ, επί τους υψηλούς τόπους σου κατηκοντισμένη. Πως έπεσον οι δυνατοί.
20 μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων
Μη αναγγείλητε εις την Γαθ, μη διακηρύξητε εις τας πλατείας της Ασκάλωνος, μήποτε χαρώσιν αι θυγατέρες των Φιλισταίων, μήποτε αγαλλιάσωνται αι θυγατέρες των απεριτμήτων·
21 ὄρη τὰ ἐν Γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ’ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ
Ορη τα εν Γελβουέ, Ας μη ήναι δρόσος μηδέ βροχή εφ' υμάς, μηδέ αγροί δίδοντες απαρχάς· διότι εκεί απερρίφθη η ασπίς των ισχυρών, Η ασπίς του Σαούλ, ως να μη εχρίσθη δι' ελαίου.
22 ἀφ’ αἵματος τραυματιῶν ἀπὸ στέατος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή
Από του αίματος των πεφονευμένων, από του στέατος των ισχυρών, το τόξον του Ιωνάθαν δεν εστρέφετο οπίσω, και η ρομφαία του Σαούλ δεν επέστρεφε κενή.
23 Σαουλ καὶ Ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν
Σαούλ και Ιωνάθαν ήσαν οι ηγαπημένοι και εράσμιοι εν τη ζωή αυτών, και εν τω θανάτω αυτών δεν εχωρίσθησαν· ήσαν ελαφρότεροι αετών, δυνατώτεροι λεόντων.
24 θυγατέρες Ισραηλ ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν
Θυγατέρες Ισραήλ, κλαύσατε επί τον Σαούλ τον ενδύοντα υμάς κόκκινα μετά καλλωπισμών, τον επιβάλλοντα στολισμούς χρυσούς επί τα ενδύματα υμών.
25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας
Πως έπεσον οι δυνατοί εν μέσω της μάχης· Ιωνάθαν, επί τους υψηλούς τόπους σου τετραυματισμένε.
26 ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου Ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν
Περίλυπος είμαι διά σε, αδελφέ μου Ιωνάθαν· προσφιλέστατος εστάθης εις εμέ· η προς εμέ αγάπη σου ήτο εξαίσιος. Υπερέβαινε την αγάπην των γυναικών.
27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά
Πως έπεσον οι δυνατοί, και απωλέσθησαν τα όπλα του πολέμου.

< Βασιλειῶν Βʹ 1 >