< Βασιλειῶν Δʹ 3 >
1 καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη
And Joram the son of Achaab began to reign in Israel in the eighteenth year of Josaphat king of Juda, and he reigned twelve years.
2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ
And he did that which was evil in the sight of the Lord, only not as his father, nor as his mother: and he removed the pillars of Baal which his father had made.
3 πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ’ αὐτῆς
Only he adhered to the sin of Jeroboam the son of Nabat, who made Israel to sin; he departed not from it.
4 καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων
And Mosa king of Moab was a sheep-master, and he rendered to the king of Israel in the beginning [of the year], a hundred thousand lambs, and a hundred thousand rams, with the wool.
5 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ
And it came to pass, after the death of Achaab, that the king of Moab rebelled against the king of Israel.
6 καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ
And king Joram went forth in that day out of Samaria, and numbered Israel.
7 καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου
And he went and sent to Josaphat king of Juda, saying, The king of Moab has rebelled against me: will you go with me against Moab to war? And he said, I will go up: you are as I, I am as you; as my people, so [is] your people, as my horses, so [are] your horses.
8 καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον Εδωμ
And he said, What way shall I go up? and he said, The way of the wilderness of Edom.
9 καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν
And the king of Israel went, and the king of Juda, and the king of Edom: and they fetched a compass of seven days' journey; and there was no water for the army, and for the cattle that went with them.
10 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ
And the king of Israel said, Alas! that the Lord should have called the three kings on their way, to give them into the hand of Moab.
11 καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ’ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν ὧδε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου
And Josaphat said, Is there not here a prophet of the Lord, that we may enquire of the Lord by him? And one of the servants of the king of Israel answered and said, [There is] here Elisaie son of Saphat, who poured water on the hands of Eliu.
12 καὶ εἶπεν Ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ
And Josaphat said, He has the word of the Lord. And the king of Israel, and Josaphat king of Juda, and the king of Edom, went down to him.
13 καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ
And Elisaie said to the king of Israel, What have I to do with you? go to the prophets of your father, and the prophets of your mother. And the king of Israel said to him, Has the Lord called the three kings to deliver them into the hands of Moab?
14 καὶ εἶπεν Ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε
And Elisaie said, [As] the Lord of hosts before whom I stand lives, unless I regarded the presence of Josaphat the king of Juda, I would not have looked on you, nor seen you.
15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ’ αὐτὸν χεὶρ κυρίου
And now fetch me a harper. And it came to pass, as the harper harped, that the hand of the Lord came upon him.
16 καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους
And he said, Thus says the Lord, Make this valley full of trenches.
17 ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν
For thus says the Lord, You shall not see wind, neither shall you see rain, yet this valley shall be filled with water, and you, and your flocks, and your cattle shall drink.
18 καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν
And this [is] a light [thing] in the eyes of the Lord: I will also deliver Moab into your hand.
19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις
And you shall strike every strong city, and you shall cut down every good tree, and you shall stop all wells of water, and spoil every good piece [of land] with stones.
20 καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος
And it came to pass in the morning, when the sacrifice was offered, that, behold! waters came from the way of Edom, and the land was filled with water.
21 καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου
And all Moab heard that the three kings were come up to fight against them; and they cried out on every [side, even] all that were girded with a girdle, and they said, Ho! and stood upon the border.
22 καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα
And they rose early in the morning, and the sun rose upon the waters, and Moab saw the waters on the opposite side red as blood.
23 καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωαβ
And they said, This [is] the blood of the sword; and the kings have fought, and each man has struck his neighbor; now then to the spoils, Moab.
24 καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ
And they entered into the camp of Israel; and Israel arose and struck Moab, and they fled from before them; and they went on and struck Moab as they went.
25 καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν
And they razed the cities, and cast every man his stone on every good piece [of land] and filled it; and they stopped every well, and cut down every good tree, until they left [only] the stones of the wall cast down; and the slingers compassed [the land], and struck it.
26 καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν
And the king of Moab saw that the battle prevailed against him; and he took with him seven hundred men that drew sword, to cut through to the king of Edom: and they could not.
27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν
And he took his oldest son whom he had designed to reign in his stead, and offered him up for a whole burnt offering on the walls. And there was a great indignation against Israel; and they departed from him, and returned to their land.