< Βασιλειῶν Δʹ 2 >

1 καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων
Ότε δε έμελλεν ο Κύριος να αναβιβάση τον Ηλίαν εις τον ουρανόν με ανεμοστρόβιλον, ανεχώρησεν ο Ηλίας μετά του Ελισσαιέ από Γαλγάλων.
2 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιθηλ καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ καταλείψω σε καὶ ἦλθον εἰς Βαιθηλ
Και είπεν ο Ηλίας προς τον Ελισσαιέ, Κάθου ενταύθα, παρακαλώ· διότι ο Κύριος με απέστειλεν έως Βαιθήλ. Και είπεν ο Ελισσαιέ, Ζη Κύριος και ζη η ψυχή σου, δεν θέλω σε αφήσει. Και κατέβησαν εις Βαιθήλ.
3 καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν κἀγὼ ἔγνωκα σιωπᾶτε
Και εξήλθον οι υιοί των προφητών οι εν Βαιθήλ προς τον Ελισσαιέ και είπον προς αυτόν, Εξεύρεις ότι ο Κύριος σήμερον λαμβάνει τον κύριόν σου επάνωθεν της κεφαλής σου; Και είπε, Και εγώ εξεύρω τούτο· σιωπάτε.
4 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε κάθου δὴ ἐνταῦθα ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἦλθον εἰς Ιεριχω
Και είπεν ο Ηλίας προς αυτόν, Ελισσαιέ, κάθου ενταύθα, παρακαλώ· διότι ο Κύριος με απέστειλεν εις Ιεριχώ. Ο δε είπε, Ζη Κύριος και ζη η ψυχή σου, δεν θέλω σε αφήσει. Και ήλθον εις Ιεριχώ.
5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου καὶ εἶπεν καί γε ἐγὼ ἔγνων σιωπᾶτε
Και προσήλθον οι υιοί των προφητών οι εν Ιεριχώ προς τον Ελισσαιέ και είπον προς αυτόν, Εξεύρεις ότι ο Κύριος σήμερον λαμβάνει τον κύριόν σου επάνωθεν της κεφαλής σου; Και είπε, Και εγώ εξεύρω τούτο· σιωπάτε.
6 καὶ εἶπεν αὐτῷ Ηλιου κάθου δὴ ὧδε ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου καὶ εἶπεν Ελισαιε ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἐπορεύθησαν ἀμφότεροι
Και είπεν ο Ηλίας προς αυτόν, Κάθου ενταύθα, παρακαλώ· διότι ο Κύριος με απέστειλεν εις τον Ιορδάνην. Ο δε είπε, Ζη Κύριος και ζη η ψυχή σου, δεν θέλω σε αφήσει. Και υπήγαν αμφότεροι.
7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου
Και υπήγαν πεντήκοντα άνδρες εκ των υιών των προφητών, και εστάθησαν απέναντι μακρόθεν· εκείνοι δε οι δύο εστάθησαν επί του Ιορδάνου.
8 καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ
Και έλαβεν ο Ηλίας την μηλωτήν αυτού και εδίπλωσεν αυτήν και εκτύπησε τα ύδατα, και διηρέθησαν ένθεν και ένθεν, και διέβησαν αμφότεροι διά ξηράς.
9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημφθῆναί με ἀπὸ σοῦ καὶ εἶπεν Ελισαιε γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ’ ἐμέ
Και ότε διέβησαν, είπεν ο Ηλίας προς τον Ελισσαιέ, Ζήτησον τι να σοι κάμω, πριν αναληφθώ από σου. Και είπεν ο Ελισσαιέ, Διπλασία μερίς του πνεύματός σου ας ήναι, παρακαλώ, επ' εμέ.
10 καὶ εἶπεν Ηλιου ἐσκλήρυνας τοῦ αἰτήσασθαι ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ καὶ ἔσται σοι οὕτως καὶ ἐὰν μή οὐ μὴ γένηται
Ο δε είπε, Σκληρόν πράγμα εζήτησας· πλην εάν με ίδης αναλαμβανόμενον από σου, θέλει γείνει εις σε ούτως· ει δε μη, δεν θέλει γείνει.
11 καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν
Και ενώ αυτοί περιεπάτουν έτι λαλούντες, ιδού, άμαξα πυρός και ίπποι πυρός, και διεχώρισαν αυτούς αμφοτέρους· και ανέβη ο Ηλίας με ανεμοστρόβιλον εις τον ουρανόν.
12 καὶ Ελισαιε ἑώρα καὶ ἐβόα πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα
Ο δε Ελισσαιέ έβλεπε και εβόα, Πάτερ μου, πάτερ μου, άμαξα του Ισραήλ και ιππικόν αυτού. Και δεν είδεν αυτόν πλέον· και επίασε τα ιμάτια αυτού και διέσχισεν αυτά εις δύο τμήματα.
13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν Ελισαιε καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου
Και σηκώσας την μηλωτήν του Ηλία, ήτις έπεσεν επάνωθεν εκείνου, επέστρεφε και εστάθη επί του χείλους του Ιορδάνου.
14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ καὶ ἐπάταξεν τὸ ὕδωρ καὶ οὐ διέστη καὶ εἶπεν ποῦ ὁ θεὸς Ηλιου αφφω καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διερράγησαν ἔνθα καὶ ἔνθα καὶ διέβη Ελισαιε
Και λαβών την μηλωτήν του Ηλία, ήτις έπεσεν επάνωθεν εκείνου, εκτύπησε τα ύδατα και είπε, Που είναι Κύριος ο Θεός του Ηλία; Και ως εκτύπησε και αυτός τα ύδατα, διηρέθησαν ένθεν και ένθεν· και διέβη ο Ελισσαιέ.
15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν
Και ιδόντες αυτόν οι υιοί των προφητών, οι εν Ιεριχώ εκ του απέναντι, είπον, Το πνεύμα του Ηλία επανεπαύθη επί τον Ελισσαιέ. Και ήλθον εις συνάντησιν αυτού και προσεκύνησαν αυτόν έως εδάφους.
16 καὶ εἶπον πρὸς αὐτόν ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐφ’ ἓν τῶν ὀρέων ἢ ἐφ’ ἕνα τῶν βουνῶν καὶ εἶπεν Ελισαιε οὐκ ἀποστελεῖτε
Και είπον προς αυτόν, Ιδού τώρα, πεντήκοντα δυνατοί άνδρες είναι μετά των δούλων σου· ας υπάγωσι, παρακαλούμεν, και ας ζητήσωσι τον κύριόν σου, μήποτε εσήκωσεν αυτόν το πνεύμα του Κυρίου και έρριψεν αυτόν επί τινός όρους ή επί τινός κοιλάδος. Και είπε, Μη αποστείλητε.
17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν ἀποστείλατε καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν
Αλλ' αφού εβίασαν αυτόν τόσον ώστε ησχύνετο, είπεν, Αποστείλατε. Απέστειλαν λοιπόν πεντήκοντα άνδρας και εζήτησαν τρεις ημέρας, πλην δεν εύρηκαν αυτόν.
18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν Ιεριχω καὶ εἶπεν Ελισαιε οὐκ εἶπον πρὸς ὑμᾶς μὴ πορευθῆτε
Και ότε επέστρεψαν προς αυτόν, διότι έμεινεν εν Ιεριχώ, είπε προς αυτούς, Δεν σας είπα, Μη υπάγητε;
19 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαθή καθὼς ὁ κύριος βλέπει καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη
Και είπον οι άνδρες της πόλεως προς τον Ελισσαιέ, Ιδού τώρα, η θέσις της πόλεως ταύτης είναι καλή, καθώς ο κύριός μου βλέπει τα ύδατα όμως είναι κακά και η γη άγονος.
20 καὶ εἶπεν Ελισαιε λάβετέ μοι ὑδρίσκην καινὴν καὶ θέτε ἐκεῖ ἅλα καὶ ἔλαβον πρὸς αὐτόν
Και είπε, Φέρετέ μοι φιάλην καινήν και βάλετε άλας εις αυτήν. Και έφεραν προς αυτόν.
21 καὶ ἐξῆλθεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν τάδε λέγει κύριος ἴαμαι τὰ ὕδατα ταῦτα οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη
Και εξήλθεν εις την πηγήν των υδάτων και έρριψε το άλας εκεί και είπεν, Ούτω λέγει Κύριος· Υγίανα τα ύδατα ταύτα· δεν θέλει είσθαι πλέον εκ τούτων θάνατος ή ακαρπία.
22 καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε ὃ ἐλάλησεν
Και ιάθησαν τα ύδατα έως της ημέρας ταύτης, κατά τον λόγον του Ελισσαιέ, τον οποίον ελάλησε.
23 καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθηλ καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ ἀνάβαινε φαλακρέ ἀνάβαινε
Και ανέβη εκείθεν εις Βαιθήλ· και ενώ αυτός ανέβαινεν εν τη οδώ, εξήλθον εκ της πόλεως παιδία μικρά και ενέπαιζον αυτόν και έλεγον προς αυτόν, Ανάβαινε, φαλακρέ· ανάβαινε, φαλακρέ·
24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου καὶ ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας
ο δε εστράφη οπίσω και ιδών αυτά, κατηράσθη αυτά εις το όνομα του Κυρίου. Και εξήλθον εκ του δάσους δύο άρκτοι και διεσπάραξαν εξ αυτών τεσσαράκοντα δύο παιδία.
25 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν
Και υπήγεν εκείθεν εις το όρος τον Κάρμηλον· και εκείθεν επέστρεψεν εις Σαμάρειαν.

< Βασιλειῶν Δʹ 2 >