< Βασιλειῶν Δʹ 14 >

1 ἐν ἔτει δευτέρῳ τῷ Ιωας υἱῷ Ιωαχας βασιλεῖ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα
Εν τω δευτέρω έτει του Ιωάς, υιού του Ιωάχαζ βασιλέως του Ισραήλ, εβασίλευσεν Αμασίας, ο υιός του Ιωάς βασιλέως του Ιούδα.
2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδιν ἐξ Ιερουσαλημ
Εικοσιπέντε ετών ηλικίας ήτο ότε εβασίλευσε, και εβασίλευσεν εικοσιεννέα έτη εν Ιερουσαλήμ. Το δε όνομα της μητρός αυτού ήτο Ιωαδάν εξ Ιερουσαλήμ.
3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν
Και έπραξε το ευθές ενώπιον Κυρίου, πλην ουχί ως ο Δαβίδ ο πατήρ αυτού· έπραξε κατά πάντα όσα είχε πράξει Ιωάς ο πατήρ αυτού.
4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
Οι υψηλοί όμως τόποι δεν αφηρέθησαν· ο λαός εθυσίαζεν έτι και εθυμίαζεν επί τους υψηλούς τόπους.
5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ
Ως δε η βασιλεία εκραταιώθη εν τη χειρί αυτού, εθανάτωσε τους δούλους αυτού τους θανατώσαντας τον βασιλέα τον πατέρα αυτού.
6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ’ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
Όμως τα τέκνα των φονευτών δεν εθανάτωσε· κατά το γεγραμμένον εν τω βιβλίω του νόμου του Μωϋσέως, όπου προσέταξεν ο Κύριος, λέγων, Οι πατέρες δεν θέλουσι θανατόνεσθαι διά τα τέκνα, ουδέ τα τέκνα θέλουσι θανατόνεσθαι διά τους πατέρας, αλλ' έκαστος θέλει θανατόνεσθαι διά το εαυτού αμάρτημα.
7 αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοηλ ἕως τῆς ἡμέρας ταύτης
Ούτος εθανάτωσεν εκ του Εδώμ δέκα χιλιάδας εν τη κοιλάδι του άλατος, και εκυρίευσε την Σελά διά πολέμου και εκάλεσε το όνομα αυτής Ιοχθεήλ μέχρι της ημέρας ταύτης.
8 τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
Τότε απέστειλεν ο Αμασίας μηνυτάς προς τον Ιωάς, υιόν του Ιωάχαζ, υιού του Ιηού βασιλέως του Ισραήλ, λέγων, Ελθέ, να ίδωμεν αλλήλους προσωπικώς.
9 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ὁ ακαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα
Και απέστειλεν ο Ιωάς βασιλεύς του Ισραήλ προς τον Αμασίαν βασιλέα του Ιούδα, λέγων, Η άκανθα η εν τω Λιβάνω απέστειλε προς την κέδρον την εν τω Λιβάνω, λέγουσα, Δος την θυγατέρα σου εις τον υιόν μου διά γυναίκα· πλην διέβη θηρίον του αγρού το εν τω Λιβάνω, και κατεπάτησε την άκανθαν·
10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπῆρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ
επάταξας τωόντι τον Εδώμ, και η καρδία σου σε ύψωσε· χαίρου την δόξαν σου καθήμενος εν τω οίκω σου· διά τι εμπλέκεσαι εις κακόν, διά το οποίον ήθελες πέσει, συ και ο Ιούδας μετά σου;
11 καὶ οὐκ ἤκουσεν Αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς τῇ τοῦ Ιουδα
Αλλ' ο Αμασίας δεν υπήκουσεν. Ανέβη λοιπόν ο Ιωάς βασιλεύς του Ισραήλ, και είδον αλλήλους προσωπικώς, αυτός και Αμασίας ο βασιλεύς του Ιούδα, εν Βαιθ-σεμές, ήτις είναι του Ιούδα.
12 καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
Και εκτυπήθη ο Ιούδας έμπροσθεν του Ισραήλ· και έφυγον έκαστος εις τας σκηνάς αυτού.
13 καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱοῦ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ ἦλθεν εἰς Ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει Ιερουσαλημ ἐν τῇ πύλῃ Εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις
Και συνέλαβεν ο Ιωάς ο βασιλεύς του Ισραήλ τον Αμασίαν βασιλέα του Ιούδα, υιόν του Ιωάς υιού του Οχοζίου, εν Βαιθ-σεμές· και ελθών εις Ιερουσαλήμ, κατηδάφισε το τείχος της Ιερουσαλήμ από της πύλης Εφραΐμ έως της πύλης της γωνίας, τετρακοσίας πήχας.
14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
Και λαβών παν το χρυσίον και το αργύριον και πάντα τα σκεύη τα ευρεθέντα εν τω οίκω του Κυρίου και εν τοις θησαυροίς του οίκου του βασιλέως, και ανθρώπους ενέχυρα, επέστρεψεν εις Σαμάρειαν.
15 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
Αι δε λοιπαί πράξεις του Ιωάς, όσας έπραξε, και τα κατορθώματα αυτού, και πως επολέμησε μετά του Αμασίου βασιλέως του Ιούδα, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;
16 καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Και εκοιμήθη ο Ιωάς μετά των πατέρων αυτού και ετάφη εν Σαμαρεία μετά των βασιλέων του Ισραήλ· εβασίλευσε δε αντ' αυτού Ιεροβοάμ ο υιός αυτού.
17 καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη
Ο δε Αμασίας, ο υιός του Ιωάς, ο βασιλεύς του Ιούδα, έζησε μετά τον θάνατον του Ιωάς υιού του Ιωάχαζ, βασιλέως του Ισραήλ, δεκαπέντε έτη.
18 καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
Αι δε λοιπαί πράξεις του Αμασίου δεν είναι γεγραμμέναι εν τω βιβλίω των χρονικών των βασιλέων του Ιούδα;
19 καὶ συνεστράφησαν ἐπ’ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ καὶ ἔφυγεν εἰς Λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
Έκαμον δε κατ' αυτού συνωμοσίαν εν Ιερουσαλήμ, και έφυγεν εις Λαχείς· απέστειλαν όμως κατόπιν αυτού εις Λαχείς και εθανάτωσαν αυτόν εκεί.
20 καὶ ἦραν αὐτὸν ἐφ’ ἵππων καὶ ἐτάφη ἐν Ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ
Και έφεραν αυτόν επί ίππων, και ετάφη εν Ιερουσαλήμ μετά των πατέρων αυτού, εν τη πόλει Δαβίδ.
21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ιουδα τὸν Αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου
Έλαβε δε πας ο λαός του Ιούδα τον Αζαρίαν, όντα ηλικίας δεκαέξ ετών, και έκαμον αυτόν βασιλέα αντί του πατρός αυτού Αμασίου.
22 αὐτὸς ᾠκοδόμησεν τὴν Αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
Και ωκοδόμησε την Ελάθ και επέστρεψεν αυτήν εις τον Ιούδα, αφού ο βασιλεύς εκοιμήθη μετά των πατέρων αυτού.
23 ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος
Εν τω δεκάτω πέμπτω έτει του Αμασίου, υιού του Ιωάς, βασιλέως του Ιούδα, εβασίλευσεν εν Σαμαρεία ο Ιεροβοάμ υιός του Ιωάς, βασιλέως του Ισραήλ, έτη τεσσαράκοντα και εν.
24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ
Και έπραξε πονηρά ενώπιον του Κυρίου· δεν απεμακρύνθη από πασών των αμαρτιών του Ιεροβοάμ υιού του Ναβάτ, όστις έκαμε τον Ισραήλ να αμαρτήση.
25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαθ ἕως τῆς θαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ Ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα υἱοῦ Αμαθι τοῦ προφήτου τοῦ ἐκ Γεθχοβερ
Ούτος αποκατέστησε το όριον του Ισραήλ, από της εισόδου της Αιμάθ έως της θαλάσσης της πεδιάδος, κατά τον λόγον Κυρίου του Θεού του Ισραήλ, τον οποίον ελάλησε διά του δούλου αυτού Ιωνά, υιού του Αμαθί, του προφήτου, του από Γαθ-εφέρ.
26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ισραηλ
Διότι είδεν ο Κύριος την θλίψιν του Ισραήλ πικράν σφόδρα, ότι δεν ήτο ουδέν κεκλεισμένον και ουδέν αφειμένον, ουδέ ο βοηθήσων τον Ισραήλ.
27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας
Και δεν είπεν ο Κύριος να εξαλείψη υποκάτωθεν του ουρανού το όνομα του Ισραήλ, αλλ' έσωσεν αυτούς διά χειρός του Ιεροβοάμ υιού του Ιωάς.
28 καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαθ τῷ Ιουδα ἐν Ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
Αι δε λοιπαί πράξεις του Ιεροβοάμ και πάντα όσα έπραξε και τα κατορθώματα αυτού, πως επολέμησε και πως επανέλαβε την Δαμασκόν και την Αιμάθ του Ιούδα εις τον Ισραήλ, δεν είναι γεγραμμένα εν τω βιβλίω των χρονικών των βασιλέων του Ισραήλ;
29 καὶ ἐκοιμήθη Ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ
Και εκοιμήθη ο Ιεροβοάμ μετά των πατέρων αυτού, μετά των βασιλέων του Ισραήλ· εβασίλευσε δε αντ' αυτού Ζαχαρίας ο υιός αυτού.

< Βασιλειῶν Δʹ 14 >