< Βασιλειῶν Δʹ 13 >

1 ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη
Dvadeset i treće godine kraljevanja judejskog kralja Joaša, sina Ahazjina, postade Joahaz, sin Jehuov, izraelskim kraljem u Samariji. Kraljevao je sedamnaest godina.
2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ οὐκ ἀπέστη ἀπ’ αὐτῶν
On je činio što je zlo u očima Jahvinim i poveo se za grijesima Jeroboama, sina Nebatova, koji je zavodio Izraela. Od njih nije odstupao.
3 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας
Tada Jahve uskipje gnjevom na Izraela i predade ga u ruke aramejskog kralja Hazaela i u ruke Ben-Hadada, sina Hazaelova, za sve ono vrijeme.
4 καὶ ἐδεήθη Ιωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν Ισραηλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας
Ali je Joahaz ublažio lice Jahvino i Jahve ga je uslišio, jer je vidio nevolju koju je aramejski kralj nanosio Izraelu.
5 καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης
Jahve je dao Izraelu izbavitelja koji ga je izbavio od ruke aramejske te su Izraelci živjeli u svojim šatorima kao i prije.
6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ
Ali nisu odstupali od grijeha kojim Jeroboam bijaše zaveo Izraela: ustrajali su u njemu, pa i ašere ostadoše u Samariji.
7 ὅτι οὐχ ὑπελείφθη τῷ Ιωαχας λαὸς ἀλλ’ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν
Jahve je ostavio Joahazu samo pedeset konjanika kao vojsku, deset bojnih kola i deset tisuća pješaka; kralj aramejski bijaše ih uništio i zgazio ih kao prah u vršidbi.
8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
Ostala povijest Joahazova, sve što je učinio i poduzimao, zar sve to nija zapisano u knjizi Ljetopisa kraljeva izraelskih?
9 καὶ ἐκοιμήθη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Joahaz je počinuo sa svojim ocima i bi pokopan u Samariji, a njegov sin Joaš zakralji se mjesto njega.
10 ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη
Trideset i sedme godine kraljevanja judejskoga kralja Joaša postade Joaš, sin Joahazov, izraelskim kraljem u Samariji; kraljevao je šesnaest godina.
11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐν αὐταῖς ἐπορεύθη
Činio je što je zlo u očima Jahvinim. Nije odstupao od grijeha Jeroboama, sina Nebatova, koji je zaveo Izraela. Za njim se poveo.
12 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ
Ostala povijest Joaševa, sve što je učinio, junaštva njegova, kako je ratovao s Amasjom, judejskim kraljem, zar sve to nije zapisano u knjizi Ljetopisa kraljeva izraelskih?
13 καὶ ἐκοιμήθη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ Ιεροβοαμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ
Joaš je počinuo sa svojim ocima, a Jeroboam se popeo na njegovo prijestolje. Joaša pokopaše u Samariji uz izraelske kraljeve.
14 καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δῑ ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ
Kad se Elizej razbolio od bolesti od koje mu valjade umrijeti, dođe mu izraelski kralj Joaš, rasplaka se nad njim i reče mu: “Oče moj, oče moj! Kola Izraelova i konjanici njegovi!”
15 καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη
Elizej mu reče: “Uzmi luk i strijele.” I on dohvati luk i strijele.
16 καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως
Elizej će tada kralju: “Nategni luk!” I on ga nateže. Elizej stavi ruke na ruke kraljeve,
17 καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν Ελισαιε τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ καὶ πατάξεις τὴν Συρίαν ἐν Αφεκ ἕως συντελείας
zatim reče: “Otvori prozor prema istoku.” I on ga otvori, a nato će Elizej: “Odapni!” I on odape, a Elizej reče: “Pobjedonosna strijela Jahvina! Pobjednička strijela nad Aramejcima! Do nogu ćeš potući Aramejce kod Afeka.”
18 καὶ εἶπεν αὐτῷ Ελισαιε λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη
I nastavi: “Uzmi strijele!” On ih uze. Elizej tada reče kralju: “Udri o zemlju!” On udari tri puta i stade.
19 καὶ ἐλυπήθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν
Tada se rasrdi na njega Božji čovjek i reče: “Pet ili šest puta trebalo je da udariš! Tada bi potpuno potukao Aramejce; ovako ćeš ih pobijediti samo tri puta.”
20 καὶ ἀπέθανεν Ελισαιε καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωαβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ
Elizej zatim umrije i pokopaše ga. A pljačkaške čete Moabaca napadale zemlju svake godine.
21 καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ελισαιε καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ
Dogodilo se te su neki, sahranjujući čovjeka, opazili razbojnike: baciše mtrvaca u grob Elizejev i odoše. Mrtvac, dotakavši se Elizejevih kostiju, oživje i stade na noge.
22 καὶ Αζαηλ ἐξέθλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας
Aramejski kralj Hazael ugnjetavaše Izraelce svega vijeka Joahazova.
23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ
Ali im se Jahve smilova i ražali se nad njima. Pogleda na njih zbog svoga Saveza koji je sklopio s Abrahamom, Izakom i Jakovom. Nije ih htio uništiti i nije ih odbacio daleko od svoga lica do danas.
24 καὶ ἀπέθανεν Αζαηλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Hazael, aramejski kralj, umrije, a njegov sin Ben-Hadad zavlada namjesto njega.
25 καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ
Tada Joaš, sin Joahazov, opet uze iz ruke Ben-Hadada, sina Hazaelova, gradove koje Hazael u ratu bijaše oteo njegovu ocu Joahazu. Joaš ga je tri puta potukao i vratio gradove Izraelove.

< Βασιλειῶν Δʹ 13 >