< Παραλειπομένων Βʹ 36 >
1 καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἐν Ιερουσαλημ
Και έλαβεν ο λαός της γης τον Ιωάχαζ, υιόν του Ιωσία, και έκαμον αυτόν βασιλέα εν Ιερουσαλήμ, αντί του πατρός αυτού.
2 υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ιωαχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ
Εικοσιτριών ετών ηλικίας ήτο ο Ιωάχαζ ότε εβασίλευσε, και εβασίλευσε τρεις μήνας εν Ιερουσαλήμ.
3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου
Καθήρεσε δε αυτόν ο βασιλεύς της Αιγύπτου εν Ιερουσαλήμ, και κατεδίκασε την γην εις πρόστιμον εκατόν ταλάντων αργυρίου και ενός ταλάντου χρυσίου.
4 καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον
Και έκαμεν ο βασιλεύς της Αιγύπτου τον Ελιακείμ τον αδελφόν αυτού βασιλέα επί Ιούδαν και Ιερουσαλήμ, και μετήλλαξε το όνομα αυτού εις Ιωακείμ· τον δε Ιωάχαζ, τον αδελφόν αυτού, έλαβεν ο Νεχαώ και έφερεν αυτόν εις Αίγυπτον.
5 ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου
Εικοσιπέντε ετών ηλικίας ήτο ο Ιωακείμ ότε εβασίλευσε, και εβασίλευσεν ένδεκα έτη εν Ιερουσαλήμ· και έπραξε πονηρά ενώπιον Κυρίου του Θεού αυτού.
6 καὶ ἀνέβη ἐπ’ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα
Ανέβη εναντίον αυτού Ναβουχοδονόσορ ο βασιλεύς της Βαβυλώνος, και έδεσεν αυτόν με αλύσεις, διά να φέρη αυτόν εις Βαβυλώνα.
7 καὶ μέρος τῶν σκευῶν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
Και εκ των σκευών του οίκου του Κυρίου έφερεν ο Ναβουχοδονόσορ εις Βαβυλώνα και έθεσεν αυτά εν τω ναώ αυτού εν Βαβυλώνι.
8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Αι δε λοιπαί πράξεις του Ιωακείμ και τα βδελύγματα αυτού όσα έκαμε, και όσα ευρέθησαν εν αυτώ, ιδού, είναι γεγραμμένα εν τω βιβλίω των βασιλέων του Ισραήλ και του Ιούδα· και εβασίλευσεν αντ' αυτού Ιωαχείν ο υιός αυτού.
9 υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
Δέκα οκτώ ετών ηλικίας ήτο ο Ιωαχείν ότε εβασίλευσε, και εβασίλευσε τρεις μήνας και δέκα ημέρας εν Ιερουσαλήμ· και έπραξε πονηρά ενώπιον Κυρίου.
10 καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ
Εν τω τέλει δε του ενιαυτού αποστείλας ο βασιλεύς Ναβουχοδονόσορ, έφερεν αυτόν εις Βαβυλώνα, μετά των εκλεκτών σκευών του οίκου του Κυρίου· και έκαμε Σεδεκίαν τον αδελφόν αυτού βασιλέα επί τον Ιούδαν και Ιερουσαλήμ.
11 ἐτῶν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
Ενός και είκοσι ετών ηλικίας ήτο ο Σεδεκίας ότε εβασίλευσε, και εβασίλευσεν ένδεκα έτη εν Ιερουσαλήμ.
12 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεοῦ αὐτοῦ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος κυρίου
Και έπραξε πονηρά ενώπιον Κυρίου του Θεού αυτού· δεν εταπεινώθη ενώπιον Ιερεμίου του προφήτου, λαλούντος εκ στόματος του Κυρίου.
13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ
Και έτι απεστάτησεν εναντίον του βασιλέως Ναβουχοδονόσορ, όστις ώρκισεν αυτόν εις τον Θεόν· και εσκλήρυνε τον τράχηλον αυτού και επεισμάτωσε την καρδίαν αυτού, ώστε να μη επιστρέψη εις Κύριον τον Θεόν του Ισραήλ.
14 καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
Πάντες προσέτι οι πρώτοι των ιερέων και ο λαός ηθέτησαν καθ υπερβολήν κατά πάντα τα βδελύγματα των εθνών και εμίαναν τον οίκον του Κυρίου, τον οποίον ηγίασεν εν Ιερουσαλήμ.
15 καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ προφητῶν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ
Και παρήγγειλεν εις αυτούς Κύριος ο Θεός των πατέρων αυτών διά χειρός των απεσταλμένων αυτού, εγειρόμενος πρωΐ και εξαποστέλλων· διότι εφείδετο του λαού αυτού και του κατοικητηρίου αυτού.
16 καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τῷ λαῷ αὐτοῦ ἕως οὐκ ἦν ἴαμα
Αλλ' αυτοί εχλεύαζον τους απεσταλμένους του Θεού και κατεφρόνουν τους λόγους αυτού και έσκωπτον τους προφήτας αυτού, εωσού η οργή του Κυρίου ανέβη κατά του λαού αυτού, ώστε δεν ήτο θεραπεία·
17 καὶ ἤγαγεν ἐπ’ αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν
διά τούτο έφερεν επ' αυτούς τον βασιλέα των Χαλδαίων, και εθανάτωσε τους νεανίσκους αυτών εν μαχαίρα εντός του οίκου του αγιαστηρίου αυτών, και δεν εφείσθη νέου ή παρθένου, γέροντος η κεκυφότος· πάντας παρέδωκεν εις την χείρα αυτού.
18 καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα
Και πάντα τα σκεύη του οίκου του Θεού, μεγάλα και μικρά, και τους θησαυρούς του οίκου του Κυρίου και τους θησαυρούς του βασιλέως και των αρχόντων αυτού, τα πάντα έφερεν εις Βαβυλώνα.
19 καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν
Και κατέκαυσαν τον οίκον του Θεού και κατέσκαψαν το τείχος της Ιερουσαλήμ, και πάντα τα παλάτια αυτής κατέκαυσαν εν πυρί, και πάντα τα πολύτιμα σκεύη αυτής ηφάνισαν·
20 καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων
Και τους εκφυγόντας την μάχαιραν μετώκισεν εις Βαβυλώνα, όπου ήσαν δούλοι εις αυτόν και εις τους υιούς αυτού, μέχρι του καιρού της βασιλείας των Περσών·
21 τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα
διά να πληρωθή ο λόγος του Κυρίου ο διά στόματος Ιερεμίου, εωσού η γη χαρή τα σάββατα αυτής· διότι πάντα τον καιρόν της ερημώσεως αυτής εφύλαττε σάββατον, εωσού συμπληρωθώσιν εβδομήκοντα έτη.
22 ἔτους πρώτου Κύρου βασιλέως Περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων
Εν δε τω πρώτω έτει Κύρου του βασιλέως της Περσίας, διά να πληρωθή ο λόγος του Κυρίου ο διά στόματος Ιερεμίου, διήγειρεν ο Κύριος το πνεύμα του Κύρου βασιλέως της Περσίας, και διεκήρυξε διά παντός του βασιλείου αυτού, και μάλιστα εγγράφως, λέγων,
23 τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ ἐν τῇ Ιουδαίᾳ τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήτω
Ούτω λέγει Κύρος ο βασιλεύς της Περσίας· πάντα τα βασίλεια της γης έδωκεν εις εμέ Κύριος ο Θεός του ουρανού· και αυτός προσέταξεν εις εμέ να οικοδομήσω εις αυτόν οίκον εν Ιερουσαλήμ, ήτις είναι εν τη Ιουδαία· τις εξ υμών είναι εκ παντός του λαού αυτού; Κύριος ο Θεός αυτού έστω μετ' αυτού, και ας αναβή.