< Παραλειπομένων Βʹ 35 >

1 καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τῷ κυρίῳ θεῷ αὐτοῦ καὶ ἔθυσαν τὸ φασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου
Now Josiah kept the Passover to the Lord in Jerusalem, and it was immolated on the fourteenth day of the first month.
2 καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου
And he appointed the priests in their offices, and he exhorted them to minister in the house of the Lord.
3 καὶ εἶπεν τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ισραηλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμων υἱὸς Δαυιδ τοῦ βασιλέως Ισραηλ καὶ εἶπεν ὁ βασιλεύς οὐκ ἔστιν ὑμῖν ἆραι ἐπ’ ὤμων οὐθέν νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ισραηλ
Also, he spoke with the Levites, by whose instruction all of Israel was sanctified to the Lord, saying: “Place the ark in the sanctuary of the temple, which Solomon, the son of David, the king of Israel, built. For never again shall you carry it. Instead, now you shall minister to the Lord your God, and to his people Israel.
4 καὶ ἑτοιμάσθητε κατ’ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱοῦ αὐτοῦ
And prepare yourselves by your houses and families, within each division, just as David, the king of Israel, instructed, and just as his son Solomon has written.
5 καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις
And minister in the sanctuary, by the Levitical families and companies.
6 καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυσῆ
And having been sanctified, immolate the Passover. And then prepare your brothers, so that they may be able to act in accord with the words which the Lord has spoken by the hand of Moses.”
7 καὶ ἀπήρξατο Ιωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως
After this, Josiah gave to all the people, those who had been found there at the solemnity of the Passover, thirty thousand lambs and young goats from the flocks, and other kinds of small cattle, and also three thousand oxen. All these were from the substance of the king.
8 καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου τοῦ θεοῦ τοῖς ἱερεῦσιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους
Also, his rulers offered what they had vowed freely, as much for the people as for the priests and Levites. Moreover, Hilkiah, and Zechariah, and Jehiel, rulers of the house of the Lord, gave to the priests, in order to observe the Passover, two thousand six hundred small cattle, and three hundred oxen.
9 καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτοῦ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους
And Conaniah, with Shemaiah and Nethanel, his brothers, indeed also Hashabiah and Jeiel and Jozabad, rulers of the Levites, gave to the rest of the Levites, in order to celebrate the Passover, five thousand small cattle, and five hundred oxen.
10 καὶ κατωρθώθη ἡ λειτουργία καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως
And the ministry was prepared. And the priests stood in their office, and the Levites also stood in their companies, according to the order of the king.
11 καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν καὶ οἱ Λευῖται ἐξέδειραν
And the Passover was immolated. And the priests sprinkled the blood with their hand, and the Levites drew away the pelts of the holocausts.
12 καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ’ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ κυρίῳ ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτως εἰς τὸ πρωί
And they put these aside, so that they might give them to each one, by their houses and families, and so that they might be offered to the Lord, just as it was written in the book of Moses. And with the oxen, they acted similarly.
13 καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ
And they roasted the Passover above fire, in accord with what was written in the law. Yet truly, the victims of peace offerings they boiled in cauldrons and kettles and pots. And they promptly distributed these to all the common people.
14 καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
Then afterward, they made preparations for themselves and for the priests. Indeed, the priests had been occupied in the oblations of the holocausts and the fat offerings, even until night. Therefore, the Levites made preparations for themselves and for the priests, the sons of Aaron, last.
15 καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ασαφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς
Now the singers, the sons of Asaph, were standing in their order, according to the instruction of David, and of Asaph and Heman and Jeduthun, the prophets of the king. Truly, the porters kept watch at each gate, so as not to depart from their ministry even for one moment. And for this reason, their brothers, the Levites, prepared foods for them.
16 καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ιωσια
And so, the entire worship ritual of the Lord was completed on that day, so that they observed the Passover and offered holocausts upon the altar of the Lord, in accord with the precept of king Josiah.
17 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας
And the sons of Israel, who had been found there, kept the Passover at that time, with the solemnity of unleavened bread, for seven days.
18 καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ισραηλ ἀπὸ ἡμερῶν Σαμουηλ τοῦ προφήτου καὶ πάντες βασιλεῖς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ τῷ κυρίῳ
There was no Passover similar to this one in Israel, from the days of Samuel the prophet. And neither did anyone, out of all the kings of Israel, keep such a Passover as did Josiah, the priests and Levites, and all those of Judah and Israel who had been found, and the inhabitants of Jerusalem.
19 τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ιωσια
In the eighteenth year of the reign of Josiah, this Passover was celebrated.
20 καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτῷ
After Josiah had repaired the temple, Neco, the king of Egypt, ascended to fight at Carchemish, beside the Euphrates. And Josiah went out to meet him.
21 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλεῦ Ιουδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ’ ἐμοῦ μὴ καταφθείρῃ σε
But he sent messengers to him, saying: “What is there between me and you, O king of Judah? I have not come against you today. Instead, I am fighting against another house, to which God instructed me to go promptly. Refrain from acting against God, who is with me, otherwise he may kill you.”
22 καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ’ αὐτοῦ ἀλλ’ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων
Josiah was not willing to return. Instead, he prepared for war against him. Neither would he agree to the words of Neco from the mouth of God. In truth, he traveled so that he might do battle in the field of Megiddo.
23 καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα
And there, having been wounded by archers, he said to his servants: “Lead me away from the battle. For I have been severely wounded.”
24 καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ πᾶς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν
And they took him from the chariot, into another chariot which was following him, as was the custom of kings. And they transported him to Jerusalem. And he died, and he was buried in the mausoleum of his fathers. And all of Judah and Jerusalem mourned for him,
25 καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ιωσιαν ἕως τῆς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων
most of all Jeremiah. All the singing men and women repeat his lamentations over Josiah, even to the present day. And this has become like a law in Israel. Behold, it is found written in the Lamentations.
26 καὶ ἦσαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ κυρίου
Now the rest of the words of Josiah, and his mercies, which were instructed by the law of the Lord,
27 καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ισραηλ καὶ Ιουδα
and also his works, the first and the last, have been written in the book of the kings of Judah and Israel.

< Παραλειπομένων Βʹ 35 >