< Παραλειπομένων Βʹ 30 >

1 καὶ ἀπέστειλεν Εζεκιας ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Εφραιμ καὶ Μανασση ἐλθεῖν εἰς οἶκον κυρίου εἰς Ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ κυρίῳ θεῷ Ισραηλ
Και απέστειλεν ο Εζεκίας προς πάντα τον Ισραήλ και Ιούδαν· έγραψεν έτι επιστολάς προς Εφραΐμ και Μανασσή, διά να έλθωσιν εις τον οίκον του Κυρίου εν Ιερουσαλήμ, να κάμωσι πάσχα εις Κύριον τον Θεόν του Ισραήλ.
2 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἡ ἐν Ιερουσαλημ ποιῆσαι τὸ φασεκ τῷ μηνὶ τῷ δευτέρῳ
Διότι συνεβουλεύθη ο βασιλεύς και οι άρχοντες αυτού και πάσα η σύναξις εν Ιερουσαλήμ να κάμωσι το πάσχα εν τω δευτέρω μηνί.
3 οὐ γὰρ ἠδυνάσθησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ιερουσαλημ
Επειδή δεν ηδυνήθησαν να κάμωσιν αυτό εν τω καιρώ εκείνω, διότι οι ιερείς δεν ήσαν αρκετά ηγιασμένοι και ο λαός δεν ήτο συνηγμένος εν Ιερουσαλήμ.
4 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας
Και ήρεσε το πράγμα εις τον βασιλέα και εις πάσαν την σύναξιν.
5 καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ισραηλ ἀπὸ Βηρσαβεε ἕως Δαν ἐλθόντας ποιῆσαι τὸ φασεκ κυρίῳ θεῷ Ισραηλ ἐν Ιερουσαλημ ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν
Όθεν απεφάσισαν να διακηρύξωσι διά παντός του Ισραήλ, από Βηρ-σαβεέ έως Δαν, να έλθωσι διά να κάμωσι πάσχα εις Κύριον τον Θεόν του Ισραήλ εν Ιερουσαλήμ· διότι από πολλού χρόνου δεν είχον κάμει κατά το γεγραμμένον.
6 καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες υἱοὶ Ισραηλ ἐπιστρέψατε πρὸς θεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ καὶ ἐπιστρέψει τοὺς ἀνασεσῳσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ
Και υπήγαν οι ταχυδρόμοι μετά των επιστολών παρά του βασιλέως και των αρχόντων αυτού, διά παντός του Ισραήλ και Ιούδα, και κατά την προσταγήν του βασιλέως, λέγοντες, υιοί Ισραήλ, επιστρέψατε προς Κύριον τον Θεόν του Αβραάμ, Ισαάκ και Ισραήλ· και αυτός θέλει επιστρέψει εις τους εναπολειφθέντας από σας, όσοι διεσώθητε εκ χειρός των βασιλέων της Ασσυρίας·
7 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ πατέρων αὐτῶν καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε
και μη γίνεσθε καθώς οι πατέρες σας και καθώς οι αδελφοί σας, οίτινες ησέβησαν εις Κύριον τον Θεόν των πατέρων αυτών· και παρέδωκεν αυτούς εις ερήμωσιν, ως βλέπετε·
8 καὶ νῦν μὴ σκληρύνητε τοὺς τραχήλους ὑμῶν δότε δόξαν κυρίῳ τῷ θεῷ καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτοῦ ὃ ἡγίασεν εἰς τὸν αἰῶνα καὶ δουλεύσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἀποστρέψει ἀφ’ ὑμῶν θυμὸν ὀργῆς
τώρα μη σκληρύνητε τον τράχηλόν σας, καθώς οι πατέρες σας· υποτάχθητε εις τον Κύριον και εισέλθετε εις το αγιαστήριον αυτού, το οποίον ηγίασεν εις τον αιώνα· και δουλεύσατε Κύριον τον Θεόν σας, διά να αποστρέψη την έξαψιν του θυμού αυτού αφ' υμών·
9 ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτούς καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην ὅτι ἐλεήμων καὶ οἰκτίρμων κύριος ὁ θεὸς ἡμῶν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφ’ ἡμῶν ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν
διότι εάν επιστρέψητε προς τον Κύριον, οι αδελφοί σας και τα τέκνα σας θέλουσιν ευρεί έλεος έμπροσθεν των αιχμαλωτισάντων αυτούς, και θέλουσιν επανέλθει εις την γην ταύτην· διότι οικτίρμων και ελεήμων είναι Κύριος ο Θεός σας και δεν θέλει αποστρέψει το πρόσωπον αυτού από σας, εάν επιστρέψητε προς αυτόν.
10 καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμωκώμενοι
Και διήλθον οι ταχυδρόμοι από πόλεως εις πόλιν διά της γης του Εφραΐμ και Μανασσή και έως Ζαβουλών· πλην εκείνοι κατεγέλασαν αυτούς και εμυκτήρισαν αυτούς.
11 ἀλλὰ ἄνθρωποι Ασηρ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Ζαβουλων ἐνετράπησαν καὶ ἦλθον εἰς Ιερουσαλημ
Τινές όμως εκ του Ασήρ και Μανασσή και Ζαβουλών υπέκλιναν και ήλθον εις Ιερουσαλήμ.
12 καὶ ἐν Ιουδα ἐγένετο χεὶρ κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ κυρίου
Και επί Ιούδαν ήτο χειρ Θεού, ώστε να δώση εις αυτούς καρδίαν μίαν, διά να κάμωσι την προσταγήν του βασιλέως και των αρχόντων, κατά τον λόγον του Κυρίου.
13 καὶ συνήχθησαν εἰς Ιερουσαλημ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐκκλησία πολλὴ σφόδρα
Και συνήχθησαν εις Ιερουσαλήμ λαός πολύς, διά να κάμωσι την εορτήν των αζύμων εν τω μηνί τω δευτέρω, σύναξις μεγάλη σφόδρα.
14 καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ιερουσαλημ καὶ πάντα ἐν οἷς ἐθυμιῶσαν τοῖς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων
Και σηκωθέντες, αφήρεσαν τα θυσιαστήρια τα εν Ιερουσαλήμ· και πάντα τα θυσιαστήρια του θυμιάματος αφήρεσαν και έρριψαν αυτά εις τον χείμαρρον Κέδρων.
15 καὶ ἔθυσαν τὸ φασεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἶκον κυρίου
Και εθυσίασαν το πάσχα τη δεκάτη τετάρτη του δευτέρου μηνός· και εντράπησαν οι ιερείς και οι Λευΐται, και αγιασθέντες εισέφεραν ολοκαυτώματα εις τον οίκον του Κυρίου.
16 καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν
Και εστάθησαν εν τω τόπω αυτών, κατά την τάξιν αυτών, κατά τον νόμον Μωϋσέως του ανθρώπου του Θεού· και ερράντιζον οι ιερείς το αίμα, λαμβάνοντες εκ της χειρός των Λευϊτών.
17 ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ κυρίῳ
Διότι ήσαν πολλοί εν τη συνάξει, οι μη αγιασθέντες· διά τούτο έλαβον οι Λευΐται το φορτίον να σφάξωσι τα αρνία του πάσχα διά πάντα τον μη καθαρόν, διά να αγιάσωσιν αυτούς εις τον Κύριον.
18 ὅτι τὸ πλεῖστον τοῦ λαοῦ ἀπὸ Εφραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσθησαν ἀλλὰ ἔφαγον τὸ φασεκ παρὰ τὴν γραφήν καὶ προσηύξατο Εζεκιας περὶ αὐτῶν λέγων κύριος ὁ ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ
Επειδή μέγα μέρος εκ του λαού, πολλοί εκ του Εφραΐμ και Μανασσή, Ισσάχαρ και Ζαβουλών δεν είχον καθαρισθή, αλλ' έτρωγον το πάσχα ουχί κατά το γεγραμμένον· ο Εζεκίας όμως εδεήθη υπέρ αυτών, λέγων, Ο αγαθός Κύριος ας γείνη ίλεως εις πάντα,
19 πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων
όστις κατευθύνει την καρδίαν αυτού εις το να εκζητή τον Θεόν, Κύριον τον Θεόν των πατέρων αυτού, και αν δεν εκαθαρίσθη κατά τον καθαρισμόν του αγιαστηρίου.
20 καὶ ἐπήκουσεν κύριος τῷ Εζεκια καὶ ἰάσατο τὸν λαόν
Και επήκουσεν ο Κύριος του Εζεκίου και συνεχώρησε τον λαόν.
21 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ κυρίῳ ἡμέραν καθ’ ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ κυρίῳ
Και έκαμον οι υιοί Ισραήλ οι ευρεθέντες εν Ιερουσαλήμ την εορτήν των αζύμων επτά ημέρας εν ευφροσύνη μεγάλη· και ύμνουν οι Λευΐται και οι ιερείς τον Κύριον καθ' εκάστην ημέραν, τον Κύριον, με όργανα δυνατά.
22 καὶ ἐλάλησεν Εζεκιας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ κυρίῳ καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τῷ κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
Και ελάλησεν ο Εζεκίας κατά την καρδίαν πάντων των Λευϊτών των εχόντων σύνεσιν αγαθήν περί του Κυρίου· και έτρωγον εν τη εορτή επτά ημέρας, θυσιάζοντες θυσίας ειρηνικάς και δοξολογούντες Κύριον τον Θεόν των πατέρων αυτών.
23 καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ
Και συνεβουλεύθη πάσα η σύναξις να κάμωσιν άλλας επτά ημέρας· και έκαμον άλλας επτά ημέρας ευφροσύνην.
24 ὅτι Εζεκιας ἀπήρξατο τῷ Ιουδα τῇ ἐκκλησίᾳ μόσχους χιλίους καὶ ἑπτακισχίλια πρόβατα καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος
Διότι προσέφερεν Εζεκίας, ο βασιλεύς του Ιούδα, εις την σύναξιν χιλίους βόας και επτά χιλιάδας προβάτων· και οι άρχοντες προσέφεραν εις την σύναξιν χιλίους βόας και δέκα χιλιάδας προβάτων· και ηγιάσθησαν πολλοί ιερείς.
25 καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶσα ἡ ἐκκλησία Ιουδα καὶ οἱ εὑρεθέντες ἐξ Ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ισραηλ καὶ οἱ κατοικοῦντες ἐν Ιουδα
Και ευφράνθησαν πάσα η σύναξις του Ιούδα και οι ιερείς και οι Λευΐται και πάσα η σύναξις η συνελθούσα εκ του Ισραήλ και οι ξένοι οι ελθόντες εκ της γης του Ισραήλ και οι κατοικούντες εν Ιούδα.
26 καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ιερουσαλημ ἀπὸ ἡμερῶν Σαλωμων υἱοῦ Δαυιδ βασιλέως Ισραηλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ιερουσαλημ
Και έγεινεν ευφροσύνη μεγάλη εν Ιερουσαλήμ· διότι από των ημερών του Σολομώντος υιού του Δαβίδ βασιλέως του Ισραήλ, δεν έγεινε τοιούτον πράγμα εν Ιερουσαλήμ.
27 καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ ηὐλόγησαν τὸν λαόν καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν
Μετά ταύτα σηκωθέντες οι ιερείς οι Λευΐται ηυλόγησαν τον λαόν· και επηκούσθη η φωνή αυτών, και ήλθεν η προσευχή αυτών εις τον ουρανόν, το άγιον κατοικητήριον του Κυρίου.

< Παραλειπομένων Βʹ 30 >