< Παραλειπομένων Βʹ 26 >
1 καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Οζιαν καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμασιου
Έλαβε δε πας ο λαός του Ιούδα τον Οζίαν, όντα ηλικίας δεκαέξ ετών, και έκαμον αυτόν βασιλέα αντί του πατρός αυτού Αμασίου.
2 αὐτὸς ᾠκοδόμησεν τὴν Αιλαθ αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
Ούτος ωκοδόμησε την Αιλώθ και επέστρεψεν αυτήν εις τον Ιούδαν, αφού ο βασιλεύς εκοιμήθη μετά των πατέρων αυτού.
3 υἱὸς δέκα ἓξ ἐτῶν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἀπὸ Ιερουσαλημ
Δεκαέξ ετών ηλικίας ήτο ο Οζίας ότε εβασίλευσε, και εβασίλευσε πεντήκοντα δύο έτη εν Ιερουσαλήμ· το δε όνομα της μητρός αυτού ήτο Ιεχολία εξ Ιερουσαλήμ.
4 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτοῦ
Και έπραξε το ευθές ενώπιον Κυρίου, κατά πάντα όσα έπραξεν Αμασίας ο πατήρ αυτού.
5 καὶ ἦν ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαριου τοῦ συνίοντος ἐν φόβῳ κυρίου καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησεν τὸν κύριον καὶ εὐόδωσεν αὐτῷ κύριος
Και εξεζήτει τον Θεόν εν ταις ημέραις του Ζαχαρίου, του νοήμονος εις τας οράσεις του Θεού· και όσον καιρόν εξεζήτει τον Κύριον, ευώδονεν αυτόν ο Θεός.
6 καὶ ἐξῆλθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησεν πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις
Και εξήλθε και επολέμησεν εναντίον των Φιλισταίων, και εκρήμνισε το τείχος της Γαθ και το τείχος της Ιαβνή και το τείχος της Αζώτου και ωκοδόμησε πόλεις εν Αζώτω και εν Φιλισταίοις.
7 καὶ κατίσχυσεν αὐτὸν κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους
Και εβοήθησεν αυτόν ο Θεός εναντίον των Φιλισταίων και εναντίον των Αράβων των κατοικούντων εν Γούρ-βαάλ, και των Μεουνείμ.
8 καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Οζια καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου ὅτι κατίσχυσεν ἕως ἄνω
Και έδωκαν οι Αμμωνίται δώρα εις τον Οζίαν· και διεδόθη το όνομα αυτού έως της εισόδου της Αιγύπτου· διότι εκραταιώθη εις άκρον.
9 καὶ ᾠκοδόμησεν Οζιας πύργους ἐν Ιερουσαλημ καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας καὶ ἐπὶ τὴν πύλην τῆς φάραγγος καὶ ἐπὶ τῶν γωνιῶν καὶ κατίσχυσεν
Και ωκοδόμησεν ο Οζίας πύργους εν Ιερουσαλήμ, επί της πύλης της γωνίας και επί της πύλης της φάραγγος και επί των γωνιών, και ωχύρωσεν αυτούς.
10 καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλα καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ ὅτι φιλογέωργος ἦν
Ωικοδόμησεν έτι πύργους εν τη ερήμω και ήνοιξε πολλά φρέατα· διότι είχε κτήνη πολλά και εν τοις χαμηλοίς τόποις και εν ταις πεδιάσι και γεωργούς και αμπελουργούς εν τη ορεινή και εν τω Καρμήλω· διότι ηγάπα την γεωργίαν.
11 καὶ ἐγένετο τῷ Οζια δυνάμεις ποιοῦσαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν καὶ ὁ ἀριθμὸς αὐτῶν διὰ χειρὸς Ιιηλ τοῦ γραμματέως καὶ Μαασαιου τοῦ κριτοῦ διὰ χειρὸς Ανανιου τοῦ διαδόχου τοῦ βασιλέως
Και είχεν ο Οζίας στράτευμα πολεμιστών, εξερχομένων εις πόλεμον κατά τάγματα, κατά τον αριθμόν της απαριθμήσεως αυτών γενομένης υπό Ιεϊήλ του γραμματέως και Μαασία του επιστάτου, υπό την οδηγίαν του Ανανίου, ενός των στρατηγών του βασιλέως.
12 πᾶς ὁ ἀριθμὸς τῶν πατριαρχῶν τῶν δυνατῶν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι
Πας ο αριθμός των αρχηγών των πατριών των δυνατών εν ισχύϊ ήτο δύο χιλιάδες εξακόσιοι.
13 καὶ μετ’ αὐτῶν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι πεντακόσιοι οὗτοι οἱ ποιοῦντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθῆσαι τῷ βασιλεῖ ἐπὶ τοὺς ὑπεναντίους
Και υπό την οδηγίαν αυτών ήτο δύναμις πολεμική, τριακόσιαι επτά χιλιάδες και πεντακόσιοι, δυνατοί και ανδρείοι εις τον πόλεμον, διά να βοηθώσι τον βασιλέα εναντίον των εχθρών.
14 καὶ ἡτοίμαζεν αὐτοῖς Οζιας πάσῃ τῇ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους
Και ητοίμασεν εις αυτούς ο Οζίας, εις άπαν το στράτευμα, θυρεούς και λόγχας και περικεφαλαίας και θώρακας και τόξα και σφενδόνας διά λίθους.
15 καὶ ἐποίησεν ἐν Ιερουσαλημ μηχανὰς μεμηχανευμένας λογιστοῦ τοῦ εἶναι ἐπὶ τῶν πύργων καὶ ἐπὶ τῶν γωνιῶν βάλλειν βέλεσιν καὶ λίθοις μεγάλοις καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτῶν ἕως πόρρω ὅτι ἐθαυμαστώθη τοῦ βοηθηθῆναι ἕως οὗ κατίσχυσεν
Και έκαμεν εν Ιερουσαλήμ μηχανάς, εφευρημένας υπό μηχανικών, διά να ήναι επί των πύργων και επί των γωνιών, ώστε να ρίπτωσι δι' αυτών βέλη και λίθους μεγάλους· και εξήλθε το όνομα αυτού μακράν· διότι εβοηθείτο θαυμασίως, εωσού εκραταιώθη.
16 καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν κυρίῳ θεῷ αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων
Αλλ' αφού εκραταιώθη, επήρθη η καρδία αυτού εις διαφθοράν· και ησέβησεν εις Κύριον τον Θεόν αυτού και εισήλθεν εις τον ναόν του Κυρίου διά να θυμιάση επί το θυσιαστήριον του θυμιάματος.
17 καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Αζαριας ὁ ἱερεὺς καὶ μετ’ αὐτοῦ ἱερεῖς τοῦ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ
Και Αζαρίας ο ιερεύς εισήλθε κατόπιν αυτού, και μετ' αυτού ογδοήκοντα ιερείς του Κυρίου, άνδρες δυνατοί·
18 καὶ ἔστησαν ἐπὶ Οζιαν τὸν βασιλέα καὶ εἶπαν αὐτῷ οὐ σοί Οζια θυμιάσαι τῷ κυρίῳ ἀλλ’ ἢ τοῖς ἱερεῦσιν υἱοῖς Ααρων τοῖς ἡγιασμένοις θυμιάσαι ἔξελθε ἐκ τοῦ ἁγιάσματος ὅτι ἀπέστης ἀπὸ κυρίου καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ κυρίου θεοῦ
και αντέστησαν εις τον Οζίαν τον βασιλέα και είπον προς αυτόν, Δεν ανήκει εις σε, Οζία, να θυμιάσης εις τον Κύριον, αλλ' εις τους ιερείς τους υιούς του Ααρών, τους καθιερωμένους να θυμιάζωσιν· έξελθε εκ του αγιαστηρίου· διότι ησέβησας· και τούτο δεν θέλει είσθαι προς δόξαν εις σε παρά Κυρίου του Θεού.
19 καὶ ἐθυμώθη Οζιας καὶ ἐν τῇ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων
Ο δε Οζίας, έχων εν τη χειρί αυτού θυμιατήριον διά να θυμιάση, εθυμώθη· και ενώ εθυμώθη προς τους ιερείς, ανέτειλεν η λέπρα εν τω μετώπω αυτού έμπροσθεν των ιερέων εν τω οίκω του Κυρίου, πλησίον του θυσιαστηρίου του θυμιάματος.
20 καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ καὶ κατέσπευσαν αὐτὸν ἐκεῖθεν καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν ὅτι ἤλεγξεν αὐτὸν κύριος
Και ανέβλεψεν εις αυτόν Αζαρίας ο ιερεύς ο πρώτος και πάντες οι ιερείς, και ιδού, ήτο λεπρός κατά το μέτωπον αυτού· και έσπευσαν να εκβάλωσιν αυτόν εκείθεν· και αυτός μάλιστα έσπευσε να εξέλθη, διότι επάταξεν αυτόν ο Κύριος.
21 καὶ ἦν Οζιας ὁ βασιλεὺς λεπρὸς ἕως ἡμέρας τῆς τελευτῆς αὐτοῦ καὶ ἐν οἴκῳ αφφουσωθ ἐκάθητο λεπρός ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου κυρίου καὶ Ιωαθαμ ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς βασιλείας αὐτοῦ κρίνων τὸν λαὸν τῆς γῆς
Και ήτο ο Οζίας ο βασιλεύς λεπρός έως της ημέρας του θανάτου αυτού· και κατώκει εν οίκω κεχωρισμένω λεπρός· διότι απεκόπη από του οίκου του Κυρίου· ήτο δε επί του οίκου του βασιλέως Ιωθάμ ο υιός αυτού, κρίνων τον λαόν της γης.
22 καὶ οἱ λοιποὶ λόγοι Οζιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ιεσσιου τοῦ προφήτου
Αι δε λοιπαί πράξεις του Οζίου, αι πρώται και αι έσχαται, εγράφησαν υπό Ησαΐου του προφήτου υιού του Αμώς.
23 καὶ ἐκοιμήθη Οζιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ πεδίῳ τῆς ταφῆς τῶν βασιλέων ὅτι εἶπαν ὅτι λεπρός ἐστιν καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Και εκοιμήθη ο Οζίας μετά των πατέρων αυτού, και έθαψαν αυτόν μετά των πατέρων αυτού εν τω πεδίω της ταφής των βασιλέων· διότι είπον, Είναι λεπρός. Και εβασίλευσεν αντ' αυτού Ιωθάμ ο υιός αυτού.