< Παραλειπομένων Βʹ 23 >

1 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαφαν υἱὸν Ζαχαρια μετ’ αὐτοῦ εἰς οἶκον
And in the eighth year Jodae strengthened [himself], and took the captains of hundreds, Azarias the son of Joram, and Ismael the son of Joanan, and Azarias the son of Obed, and Maasaeas the son of Adia, and Elisaphan the son of Zacharias, with him unto the house of the Lord.
2 καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ
And they went round about Juda, and gathered the Levites out of all the cities of Juda, and heads of the families of Israel, and they came to Jerusalem.
3 καὶ διέθεντο πᾶσα ἐκκλησία Ιουδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω καθὼς ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Δαυιδ
and all the congregation of Juda made a covenant with the king in the house of God. And he shewed them the king's son, and said to them, Lo, let the king's son reign, as the Lord said concerning the house of David.
4 νῦν ὁ λόγος οὗτος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ εἰς τὰς πύλας τῶν εἰσόδων
Now this [is] the thing which ye shall do. Let a third part of you, [even] of the priests and of the Levites, enter in on the sabbath, even into the gates of the entrances;
5 καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου κυρίου
and let a third part be in the house of the king; and another third at the middle gate: and all the people in the courts of the Lord's house.
6 καὶ μὴ εἰσελθέτω εἰς οἶκον κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν αὐτοὶ εἰσελεύσονται ὅτι ἅγιοί εἰσιν καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς κυρίου
And let not [any one] enter into the house of the Lord, except the priests and the Levites, and the servants of the Levites; they shall enter in, because they are holy: and let all the people keep the watch of the Lord.
7 καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ ἀνδρὸς σκεῦος ἐν χειρὶ αὐτοῦ καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου
And the Levites shall compass the king round about, every man's weapon in his hand; and whoever [else] goes into the house shall die: but they shall be with the king when he goes out, and when he comes in.
8 καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ’ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας
And the Levites and all Juda did according to all that the priest Jodae commanded them, and they took each his men from the beginning of the sabbath to the end of the sabbath, for Jodae the priest did not dismiss the courses.
9 καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἦν τοῦ βασιλέως Δαυιδ ἐν οἴκῳ τοῦ θεοῦ
And Jodae gave to the men the swords, and the shields, and the arms, which [had] belonged to King David, in the house of God.
10 καὶ ἔστησεν πάντα τὸν λαόν ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ
And he set the whole people, every man with his arms, from the right side of the house to the left side of the altar and the house, over against the king round about.
11 καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ’ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ιωδαε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεύς
And he brought out the king's son, and put on him the crown and the testimony, and Jodae the priest and his sons proclaimed him king, and anointed him, and said, Long live the king!
12 καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τοῦ λαοῦ τῶν τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα εἰς οἶκον κυρίου
And Gotholia heard the sound of the people running, and acknowledging and praising the king: and she went in to the king into the house of the Lord.
13 καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ἐν ταῖς σάλπιγξιν καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον καὶ διέρρηξεν Γοθολια τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν καὶ εἶπεν ἐπιτιθέμενοι ἐπιτίθεσθε
And she looked, and, behold, the king [stood] in his place, and the princes and trumpets were at the entrance, and the princes were round the king: and all the people of the land rejoiced, and sounded the trumpets, and there were the singers singing with instruments, and singing hymns of praise. and Gotholia rent her robe, and cried, ye surely are plotting against [me].
14 καὶ ἐξῆλθεν Ιωδαε ὁ ἱερεύς καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτῆς καὶ ἀποθανέτω μαχαίρᾳ ὅτι εἶπεν ὁ ἱερεύς μὴ ἀποθανέτω ἐν οἴκῳ κυρίου
And Jodae the priest went forth, and Jodae the priest charged the captains of hundreds, even the captains of the host, and said to them, Thrust her forth outside the house, and follow her, and let her be slain with the sword. For the priest said, Let her not be slain in the house of the Lord.
15 καὶ ἔδωκαν αὐτῇ ἄνεσιν καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ
So they let her go [out]; and she went through the horsemen's gate of the house of the king, and they slew her there.
16 καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως εἶναι λαὸν τῷ κυρίῳ
And Jodae made a covenant between himself, and the people, and the king, that the people should be the Lord's.
17 καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθαν ἱερέα τῆς Βααλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ
And all the people of the land went into the house of Baal, and tore down it and its altars, and they ground his images to powder, and they slew Matthan the priest of Baal before his altars.
18 καὶ ἐνεχείρησεν Ιωδαε ὁ ἱερεὺς τὰ ἔργα οἴκου κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἃς διέστειλεν Δαυιδ ἐπὶ τὸν οἶκον κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυιδ
And Jodae the priest committed the works of the house of the Lord into the and of the priests and Levites, and he re-established the courses of the priests and Levites which David appointed over the house of the Lord, and [he appointed them] to offer whole-burnt-offerings to the Lord, as it is written in the law of Moses, with gladness, and with songs by the hand of David.
19 καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου κυρίου καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα
And the porters stood at the gates of the house of the Lord, that no one unclean in any respect should enter in.
20 καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς καὶ ἀνεβίβασαν τὸν βασιλέα εἰς οἶκον κυρίου καὶ εἰσῆλθεν διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τῆς βασιλείας
And he took the heads of families, and the mighty men, and the chiefs of the people, and all the people of the land, and they conducted the king into the house of the Lord; and he went through the inner gate into the king's house, and they seated the king on the throne of the kingdom.
21 καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν μαχαίρᾳ
And all the people of the land rejoiced; and the city was quiet: and they slew Gotholia.

< Παραλειπομένων Βʹ 23 >