< Παραλειπομένων Βʹ 14 >

1 καὶ ἀπέθανεν Αβια μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ ἐν ταῖς ἡμέραις Ασα ἡσύχασεν ἡ γῆ Ιουδα ἔτη δέκα
阿彼雅與列祖同眠,葬仔達味城;他的兒子阿撒繼位為王。他在位時,國內平安了十年。
2 καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ
[阿撒的熱誠和努力]阿撒行了上主他的天主視為善,視為正直得事,
3 καὶ ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση
除掉了外邦的祭壇和高丘,毀壞了柱像,拆除了木偶,
4 καὶ εἶπεν τῷ Ιουδα ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι τὸν νόμον καὶ τὰς ἐντολάς
並命令猶大應尋求上主他們祖先的天主,遵行他的法律和誡命,
5 καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα καὶ εἰρήνευσεν
也鏟除了猶大各城內的高丘和太陽柱。那時,國家在他統治下安享太平。
6 πόλεις τειχήρεις ἐν γῇ Ιουδα ὅτι εἰρήνευσεν ἡ γῆ καὶ οὐκ ἦν αὐτῷ πόλεμος ἐν τοῖς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτῷ κύριος
他又在猶大修築了幾座堅城,因為境內平靖,數年沒有戰爭,上主賜予他平安。
7 καὶ εἶπεν τῷ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ᾧ τῆς γῆς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμῶν ἐξεζήτησεν ἡμᾶς καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν ἡμῖν
阿撒對猶大人說:「我們必須建築這些城邑,四周建築城垣堡壘,安置大門和門閂;地域仍屬我們,是因為我們尋求了上主,我們的天主。我們既尋求了他,他便使我們四境平靖。」於是他們興工建築,事事順利。
8 καὶ ἐγένετο τῷ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γῇ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γῇ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες πάντες οὗτοι πολεμισταὶ δυνάμεως
阿撒的軍隊,持盾持戈的猶大人三十萬,持牌挽弓的本雅明人二十八萬:這些人都是勇士。[則辣黑進攻失敗]
9 καὶ ἐξῆλθεν ἐπ’ αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις καὶ ἦλθεν ἕως Μαρισα
那時,雇士人則辣黑率領百萬大軍,戰車三百輛,前來進攻,到了瑪勒沙。
10 καὶ ἐξῆλθεν Ασα εἰς συνάντησιν αὐτῷ καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ βορρᾶν Μαρισης
阿撒出來迎戰,陳兵在離瑪勒沙不遠的責法達山谷。
11 καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτοῦ καὶ εἶπεν κύριε οὐκ ἀδυνατεῖ παρὰ σοὶ σῴζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις κατίσχυσον ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο κύριε ὁ θεὸς ἡμῶν μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος
阿撒呼籲上主他的天主說:「上主! 在強弱懸殊之下,無人能似你能協助。上主,我們的天主! 求你協助我們,因為我們只有依賴你,奉你的名來迎擊這支大軍。上主,你是我們的天主,不要讓人勝過你! 」
12 καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα καὶ ἔφυγον οἱ Αἰθίοπες
於是上主在阿撒和猶大人前打擊了雇士人,雇士人遂逃走。
13 καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδωρ καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ καὶ ἐσκύλευσαν σκῦλα πολλά
阿撒帶著跟隨他的軍民,追擊他們直到革辣爾。雇士人甚至沒有一個活的,都喪亡了,因為他們為上主和他的軍隊擊潰。猶大人奪取了很多財物。
14 καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδωρ ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ’ αὐτούς καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς
他們又攻破了革辣爾四周所有的城池,因為上主的恐怖籠罩了這些城池;猶大人又將所有的城擄掠一空,因為城中有許多財物。
15 καί γε σκηνὰς κτήσεων τοὺς Αμαζονεῖς ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ
隨後又毀壞了群畜的圍欄,掠取了許多羊群和駱駝,便回耶路撒冷去了。

< Παραλειπομένων Βʹ 14 >