< Βασιλειῶν Αʹ 9 >
1 καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αφεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός
Ήτο δε ανήρ τις εκ του Βενιαμίν, ονομαζόμενος Κείς, υιός του Αβιήλ, υιού του Σερώρ, υιού του Βεχωράθ, υιού του Αφιά, ανδρός Βενιαμίτου, δυνατός εν ισχύϊ.
2 καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν
Είχε δε ούτος υιόν, ονομαζόμενον Σαούλ, εκλεκτόν και ώραίον· και δεν υπήρχε μεταξύ των υιών Ισραήλ άνθρωπος ώραιότερος αυτού· από των ώμων αυτού και επάνω εξείχεν υπέρ παντός του λαού.
3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους
Και αι όνοι του Κείς πατρός του Σαούλ εχάθησαν· και είπεν ο Κείς προς τον Σαούλ τον υιόν αυτού, Λάβε τώρα μετά σου ένα των υπηρετών, και σηκωθείς ύπαγε να ζητήσης τας όνους.
4 καὶ διῆλθον δῑ ὄρους Εφραιμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Εασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον
Και επέρασε διά του όρους Εφραΐμ και επέρασε διά της γης Σαλισά, αλλά δεν εύρηκαν αυτάς· και επέρασαν διά της γης Σααλείμ, πλην δεν ήσαν εκεί· και επέρασε διά της γης Ιεμινί, αλλά δεν εύρηκαν αυτάς.
5 αὐτῶν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ δεῦρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν
Ότε δε ήλθον εις την γην Σούφ, είπεν ο Σαούλ προς τον υπηρέτην αυτού τον μετ' αυτού, Ελθέ, και ας επιστρέψωμεν, μήποτε ο πατήρ μου, αφήσας την φροντίδα των όνων, συλλογίζηται περί ημών.
6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ὁ ἄνθρωπος ἔνδοξος πᾶν ὃ ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ’ ἣν ἐπορεύθημεν ἐπ’ αὐτήν
Ο δε είπε προς αυτόν, Ιδού τώρα, εν τη πόλει ταύτη είναι άνθρωπος του Θεού, και ο άνθρωπος είναι ένδοξος· παν ό, τι είπη γίνεται εξάπαντος· ας υπάγωμεν λοιπόν εκεί· ίσως φανερώση εις ημάς την οδόν ημών, την οποίαν πρέπει να υπάγωμεν.
7 καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ’ αὐτοῦ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν καὶ πλεῖον οὐκ ἔστιν μεθ’ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν
Και είπεν ο Σαούλ προς τον υπηρέτην αυτού, Αλλ' ιδού, θέλομεν υπάγει, πλην τι θέλομεν φέρει προς τον άνθρωπον; διότι ο άρτος εξέλιπεν εκ των αγγείων ημών· και δώρον δεν υπάρχει να προσφέρωμεν εις τον άνθρωπον του Θεού· τι έχομεν;
8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαουλ καὶ εἶπεν ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν
Και αποκριθείς πάλιν ο υπηρέτης προς τον Σαούλ, είπεν, Ιδού, ευρίσκεται εν τη χειρί μου εν τέταρτον σίκλου αργυρίου, το οποίον θέλω δώσει εις τον άνθρωπον του Θεού, και θέλει φανερώσει εις ημάς την οδόν ημών.
9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν δεῦρο πορευθῶμεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων
Το πάλαι εν τω Ισραήλ, οπότε τις υπήγαινε να ερωτήση τον Θεόν, έλεγεν ούτως· Έλθετε, και ας υπάγωμεν έως εις τον βλέποντα· διότι ο σήμερον προφήτης εκαλείτο το πάλαι ο βλέπων.
10 καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ ἀγαθὸν τὸ ῥῆμα δεῦρο καὶ πορευθῶμεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος τοῦ θεοῦ
Τότε είπεν ο Σαούλ προς τον υπηρέτην αυτού, Καλός ο λόγος σου· ελθέ, ας υπάγωμεν. Υπήγαν λοιπόν εις την πόλιν, όπου ήτο ο άνθρωπος του Θεού.
11 αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς εἰ ἔστιν ἐνταῦθα ὁ βλέπων
Και ενώ ανέβαινον το ανήφορον της πόλεως, εύρηκαν κοράσια εξερχόμενα διά να αντλήσωσιν ύδωρ· και είπον προς αυτά, Είναι ενταύθα ο βλέπων;
12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμῶν νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμα
Και εκείνα απεκρίθησαν προς αυτούς και είπον, Είναι ιδού, έμπροσθέν σου· τάχυνον λοιπόν· διότι σήμερον ήλθεν εις την πόλιν, επειδή είναι σήμερον θυσία του λαού επί του υψηλού τόπου·
13 ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ φαγεῖν ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι καὶ νῦν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν
ευθύς όταν εισέλθητε εις την πόλιν, θέλετε ευρεί αυτόν, πριν αναβή εις τον υψηλόν τόπον διά να φάγη· διότι ο λαός δεν τρώγει εωσού έλθη αυτός, επειδή ούτος ευλογεί την θυσίαν· μετά ταύτα τρώγουσιν οι κεκλημένοι τώρα λοιπόν ανάβητε· διότι περί την ώραν ταύτην θέλετε ευρεί αυτόν.
14 καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα
Και ανέβησαν εις την πόλιν· και ενώ εισήρχοντο εις την πόλιν, ιδού, ο Σαμουήλ εξήρχετο ενώπιον αυτών, διά να αναβή εις τον υψηλόν τόπον.
15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαουλ λέγων
Είχε δε αποκαλύψει ο Κύριος προς τον Σαμουήλ, μίαν ημέραν πριν έλθη ο Σαούλ, λέγων;
16 ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με
Αύριον περί την ώραν ταύτην θέλω αποστείλει προς σε άνθρωπον εκ γης Βενιαμίν, και θέλεις χρίσει αυτόν άρχοντα επί τον λαόν μου Ισραήλ, και θέλει σώσει τον λαόν μου εκ χειρός των Φιλισταίων· διότι επέβλεψα επί τον λαόν μου, επειδή η βοή αυτών ήλθεν εις εμέ.
17 καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἶπά σοι οὗτος ἄρξει ἐν τῷ λαῷ μου
Και ότε ο Σαμουήλ είδε τον Σαούλ, ο Κύριος είπε προς αυτόν, Ιδού, ο άνθρωπος, περί του οποίου σοι είπα· ούτος θέλει άρχει επί τον λαόν μου.
18 καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος
Τότε επλησίασεν ο Σαούλ προς τον Σαμουήλ εις την πύλην και είπε, Δείξον μοι, παρακαλώ, που είναι η οικία του βλέποντος.
19 καὶ ἀπεκρίθη Σαμουηλ τῷ Σαουλ καὶ εἶπεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ’ ἐμοῦ σήμερον καὶ ἐξαποστελῶ σε πρωὶ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι
Και απεκρίθη ο Σαμουήλ προς τον Σαούλ και είπεν, Εγώ είμαι ο βλέπων· ανάβα έμπροσθέν μου εις τον υψηλόν τόπον· και θέλετε φάγει σήμερον μετ' εμού, και το πρωΐ θέλω σε εξαποστείλει και πάντα όσα είναι εν τη καρδία σου θέλω αναγγείλει προς σέ·
20 καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου
περί δε των όνων, τας οποίας έχασας ήδη τρεις ημέρας, μη φρόντιζε περί αυτών, διότι ευρέθησαν· και προς τίνα είναι πάσα η επιθυμία του Ισραήλ; δεν είναι προς σε, και προς πάντα τον οίκον του πατρός σου;
21 καὶ ἀπεκρίθη Σαουλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ισραηλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο
Αποκριθείς δε ο Σαούλ είπε, Δεν είμαι εγώ Βενιαμίτης, εκ της μικροτέρας των φυλών Ισραήλ; και η οικογένειά μου η ελαχίστη πασών των οικογενειών της φυλής Βενιαμίν; διά τι λοιπόν λαλείς ούτω προς εμέ;
22 καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν
Και έλαβεν ο Σαμουήλ τον Σαούλ και τον υπηρέτην αυτού και έφερεν αυτούς εις το οίκημα, και έδωκεν εις αυτούς την πρώτην θέσιν μεταξύ των κεκλημένων, οίτινες ήσαν περίπου τριάκοντα άνδρες.
23 καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἶπά σοι θεῖναι αὐτὴν παρὰ σοί
Και είπεν ο Σαμουήλ προς τον μάγειρον, Φέρε το μερίδιον το οποίον σοι έδωκα, περί του οποίον σοι είπα, Φύλαττε τούτο πλησίον σου.
24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Και ύψωσεν ο μάγειρος την πλάτην και το επ' αυτήν και έθεσεν έμπροσθεν του Σαούλ. Και είπεν ο Σαμουήλ, Ιδού, το εναπολειφθέν· θες αυτό έμπροσθέν σου, φάγε· διότι διά την ώραν ταύτην εφυλάχθη διά σε, ότε είπα, Προσεκάλεσα τον λαόν. Και έφαγεν ο Σαούλ μετά του Σαμουήλ εν τη ημέρα εκείνη.
25 καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει καὶ διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι
Και αφού κατέβησαν εκ του υψηλού τόπου εις την πόλιν, συνωμίλησεν ο Σαμουήλ μετά του Σαούλ επί του δώματος.
26 καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελῶ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω
Και εσηκώθησαν ενωρίς· και περί τα χαράγματα της ημέρας, εκάλεσεν ο Σαμουήλ τον Σαούλ όντα επί του δώματος, λέγων, Σηκώθητι, διά να σε εξαποστείλω. Και εσηκώθη ο Σαούλ, και εξήλθον αμφότεροι, αυτός και ο Σαμουήλ, έως έξω.
27 αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ
Καθώς δε κατέβαινον εις το τέλος της πόλεως, είπεν ο Σαμουήλ προς τον Σαούλ, Πρόσταξον τον υπηρέτην να περάση έμπροσθεν ημών· και εκείνος επέρασε· συ όμως στάθητι ολίγον, και θέλω σοι αναγγείλει τον λόγον του Θεού.