< Βασιλειῶν Αʹ 26 >

1 καὶ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυιδ σκεπάζεται μεθ’ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν
اهالی زیف نزد شائول به جِبعه رفته، گفتند: «داوود در تپۀ حخیله که روبروی یشیمون است، پنهان شده است.»
2 καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιφ
پس شائول با سه هزار نفر از بهترین سربازان خود به تعقیب داوود در بیابان زیف پرداخت.
3 καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ καὶ Δαυιδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον
شائول در کنار راهی که در تپۀ حخیله بود اردو زد. داوود در این هنگام در بیابان بود و وقتی از آمدن شائول باخبر شد، مأمورانی فرستاد تا ببینند شائول رسیده است یا نه.
4 καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κεϊλα
5 καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ
شبی داوود به اردوی شائول رفت و محل خوابیدن شائول و ابنیر، فرماندهٔ سپاه را پیدا کرد. شائول درون سنگر خوابیده بود و ابنیر و سربازان در اطراف او بودند. داوود خطاب به اخیملک حیتی و ابیشای (پسر صرویه، برادر یوآب) گفت: «کدام یک از شما حاضرید همراه من به اردوی شائول بیایید؟» ابیشای جواب داد: «من حاضرم.» پس داوود و ابیشای شبانه به اردوگاه شائول رفتند. شائول خوابیده بود و نیزه‌اش را کنار سرش در زمین فرو کرده بود.
6 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν καὶ εἶπεν Αβεσσα ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ
7 καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ
8 καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ
ابیشای آهسته در گوش داوود گفت: «امروز دیگر خدا دشمنت را به دام تو انداخته است. اجازه بده بروم و با نیزه‌اش او را به زمین بدوزم تا دیگر از جایش بلند نشود!»
9 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα μὴ ταπεινώσῃς αὐτόν ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται
داوود گفت: «نه، او را نکش، زیرا کیست که بر پادشاه برگزیدهٔ خداوند دست بلند کند و بی‌گناه بماند؟
10 καὶ εἶπεν Δαυιδ ζῇ κύριος ἐὰν μὴ κύριος παίσῃ αὐτόν ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ
بدون شک خود خداوند، روزی او را از بین خواهد برد؛ وقتی اجلش برسد او خواهد مرد، یا در بستر و یا در میدان جنگ.
11 μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς
ولی من هرگز دست خود را بر برگزیدهٔ خداوند بلند نخواهم کرد! اما اکنون نیزه و کوزهٔ آب او را که کنار سرش است برمی‌داریم و با خود می‌بریم!»
12 καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἀπῆλθον καθ’ ἑαυτούς καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος πάντες ὑπνοῦντες ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ’ αὐτούς
پس داوود نیزه و کوزهٔ آب شائول را که کنار سرش بود برداشته، از آنجا بیرون رفت و کسی متوجهٔ او نشد، زیرا خداوند همهٔ افراد شائول را به خواب سنگینی فرو برده بود.
13 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν
داوود از دامنهٔ کوه که مقابل اردوگاه بود بالا رفت تا به یک فاصلهٔ بی‌خطر رسید.
14 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων οὐκ ἀποκριθήσει Αβεννηρ καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν με
آنگاه داوود سربازان شائول و ابنیر را صدا زده، گفت: «ابنیر، صدایم را می‌شنوی؟» ابنیر پرسید: «این کیست که با فریادش پادشاه را بیدار می‌کند؟»
15 καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ οὐκ ἀνὴρ σύ καὶ τίς ὡς σὺ ἐν Ισραηλ καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου
داوود به او گفت: «مگر تو مرد نیستی؟ آیا در تمام اسرائیل کسی چون تو هست؟ پس چرا از آقای خود شائول محافظت نمی‌کنی؟ یک نفر آمده بود او را بکشد!
16 καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας ζῇ κύριος ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου καὶ νῦν ἰδὲ δή τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ
به خداوند زنده قسم به خاطر این بی‌توجهی، تو و سربازانت باید کشته شوید، زیرا از پادشاه برگزیدهٔ خداوند محافظت نکردید. کجاست کوزهٔ آب و نیزه‌ای که در کنار سر پادشاه بود؟»
17 καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν ἦ φωνή σου αὕτη τέκνον Δαυιδ καὶ εἶπεν Δαυιδ δοῦλός σου κύριε βασιλεῦ
شائول صدای داوود را شناخت و گفت: «پسرم داوود، این تو هستی؟» داوود جواب داد: «بله سرورم، من هستم. چرا مرا تعقیب می‌کنید؟ مگر من چه کرده‌ام؟ جرم من چیست؟
18 καὶ εἶπεν ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα
19 καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ εἰ ὁ θεὸς ἐπισείει σε ἐπ’ ἐμέ ὀσφρανθείη θυσίας σου καὶ εἰ υἱοὶ ἀνθρώπων ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες πορεύου δούλευε θεοῖς ἑτέροις
ای پادشاه! اگر خداوند شما را علیه من برانگیخته است، هدیه‌ای تقدیم او می‌کنم تا گناهم بخشیده شود، اما اگر اشخاصی شما را علیه من برانگیخته‌اند، خداوند آنها را لعنت کند، زیرا مرا از خانهٔ خداوند دور کرده، گفته‌اند:”برو بُتهای بت‌پرستان را عبادت کن!“
20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν
آیا من باید دور از حضور خداوند، در خاک بیگانه بمیرم؟ چرا پادشاه اسرائیل همچون کسی که کبک را بر کوهها شکار می‌کند، به تعقیب یک کک آمده؟»
21 καὶ εἶπεν Σαουλ ἡμάρτηκα ἐπίστρεφε τέκνον Δαυιδ ὅτι οὐ κακοποιήσω σε ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα
شائول گفت: «من گناه کرده‌ام. پسرم، به خانه برگرد و من دیگر آزاری به تو نخواهم رساند، زیرا تو امروز از کشتنم چشم پوشیدی. من حماقت کردم و اشتباه بزرگی مرتکب شدم.»
22 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό
داوود گفت: «نیزهٔ تو اینجاست. یکی از افراد خود را به اینجا بفرست تا آن را بگیرد.
23 καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου
خداوند هر کس را مطابق نیکوکاری و وفاداری‌اش پاداش دهد. او تو را به دست من تسلیم نمود، ولی من نخواستم به تو که پادشاه برگزیدهٔ خداوند هستی آسیبی برسانم.
24 καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως
حال همان‌طور که من امروز جان تو را عزیر داشتم، باشد که جان من نیز در نظر خداوند عزیز باشد و او مرا از همهٔ این سختیها برهاند.»
25 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ εὐλογημένος σύ τέκνον καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ
شائول به داوود گفت: «پسرم داوود، خدا تو را برکت دهد. تو کارهای بزرگی خواهی کرد و همیشه موفق خواهی شد.» پس داوود به راه خود رفت و شائول به خانه بازگشت.

< Βασιλειῶν Αʹ 26 >