< Βασιλειῶν Αʹ 13 >
Ο Σαούλ ήτο βασιλεύς ενός έτους· αφού δε εβασίλευσε δύο έτη επί τον Ισραήλ,
2 καὶ ἐκλέγεται Σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ισραηλ καὶ ἦσαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τῷ ὄρει Βαιθηλ χίλιοι ἦσαν μετὰ Ιωναθαν ἐν Γαβεε τοῦ Βενιαμιν καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ
εξέλεξεν ο Σαούλ εις εαυτόν τρεις χιλιάδας εκ του Ισραήλ· και ήσαν μετά του Σαούλ δύο χιλιάδες εν Μιχμάς και εν τω όρει Βαιθήλ, και χίλιοι ήσαν μετά του Ιωνάθαν εν Γαβαά του Βενιαμίν· το δε υπόλοιπον του λαού εξαπέστειλεν έκαστον εις την σκηνήν αυτού.
3 καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων ἠθετήκασιν οἱ δοῦλοι
Και επάταξεν ο Ιωνάθαν την φρουράν των Φιλισταίων την εν τω βουνώ· και ήκουσαν οι Φιλισταίοι. Και εσάλπισεν ο Σαούλ διά της σάλπιγγος εν πάση τη γη, λέγων, Ας ακούσωσιν οι Εβραίοι.
4 καὶ πᾶς Ισραηλ ἤκουσεν λεγόντων πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον καὶ ᾐσχύνθησαν Ισραηλ ἐν τοῖς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις
Και πας ο Ισραήλ ήκουσε να λέγωσιν, Επάταξεν ο Σαούλ την φρουράν των Φιλισταίων, και μάλιστα ο Ισραήλ μισείται υπό των Φιλισταίων. Και συνήχθη ο λαός κατόπιν του Σαούλ εν Γαλγάλοις.
5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου
Οι δε Φιλισταίοι συνηθροίσθησαν διά να πολεμήσωσι μετά του Ισραήλ, τριάκοντα χιλιάδες αμαξών και εξ χιλιάδες ιππέων και λαός ως η άμμος η επί του χείλους της θαλάσσης κατά το πλήθος· και ανέβησαν και εστρατοπέδευσαν εν Μιχμάς, προς ανατολάς της Βαιθ-αυέν.
6 καὶ ἀνὴρ Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις
Ότε οι άνδρες του Ισραήλ είδον ότι ήσαν εν αμηχανία, διότι ο λαός εμικροψύχει, τότε εκρύπτετο ο λαός εις τα σπήλαια και εις τα πυκνόφυτα και εις τους βράχους και εις τα οχυρά μέρη και εις τους λάκκους.
7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ καὶ Σαουλ ἔτι ἦν ἐν Γαλγαλοις καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ
Και τινές εκ των Εβραίων διέβησαν τον Ιορδάνην προς την γην Γαδ και Γαλαάδ. Ο δε Σαούλ αυτός ήτο ακόμη εν Γαλγάλοις· και πας ο λαός τρέμων κατόπιν αυτού.
8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ ὡς εἶπεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ’ αὐτοῦ
Και περιέμεινεν επτά ημέρας, κατά τον διωρισμένον καιρόν υπό του Σαμουήλ· αλλ' ο Σαμουήλ δεν ήρχετο εις Γάλγαλα· και ο λαός διεσκορπίζετο από πλησίον αυτού.
9 καὶ εἶπεν Σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν
Και είπεν ο Σαούλ, Φέρετε εδώ προς εμέ το ολοκαύτωμα, και τας ειρηνικάς προσφοράς. Και προσέφερε το ολοκαύτωμα.
10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξῆλθεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν
Και ως ετελείωσε προσφέρων το ολοκαύτωμα, ιδού, ήλθεν ο Σαμουήλ· και εξήλθεν ο Σαούλ εις συνάντησιν αυτού, διά να χαιρετήση αυτόν.
11 καὶ εἶπεν Σαμουηλ τί πεποίηκας καὶ εἶπεν Σαουλ ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ’ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας
Και είπεν ο Σαμουήλ, Τι έκαμες; Και απεκρίθη ο Σαούλ, Επειδή είδον ότι ο λαός διεσκορπίζετο απ' εμού, και συ δεν ήλθες την διωρισμένην ημέραν, οι δε Φιλισταίοι συνηθροίζοντο εις Μιχμάς,
12 καὶ εἶπα νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν
διά τούτο είπα, Τώρα θέλουσι καταβή οι Φιλισταίοι εναντίον μου εις Γάλγαλα, και εγώ δεν έκαμα δέησιν προς τον Κύριον· ετόλμησα λοιπόν, και προσέφερα το ολοκαύτωμα.
13 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ισραηλ
Και είπεν ο Σαμουήλ προς τον Σαούλ, Συ έπραξας αφρόνως· δεν εφύλαξας το πρόσταγμα Κυρίου του Θεού σου, το οποίον προσέταξεν εις σέ· διότι τώρα ο Κύριος ήθελε στερεώσει την βασιλείαν σου επί τον Ισραήλ έως του αιώνος·
14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος
αλλά τώρα η βασιλεία σου δεν θέλει στηριχθή· ο Κύριος εζήτησεν εις εαυτόν άνθρωπον κατά την καρδίαν αυτού, και διώρισεν ο Κύριος αυτόν να ήναι άρχων επί τον λαόν αυτού, επειδή δεν εφύλαξας εκείνο το οποίον προσέταξεν εις σε ο Κύριος.
15 καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας
Και εσηκώθη ο Σαμουήλ και ανέβη από Γαλγάλων εις Γαβαά του Βενιαμίν. Ο δε Σαούλ ηρίθμησε τον λαόν τον ευρεθέντα μετ' αυτού, περίπου εξακοσίους άνδρας.
16 καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ’ αὐτῶν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας
Και ο Σαούλ και Ιωνάθαν ο υιός αυτού και ο λαός ο ευρεθείς μετ' αυτών, εκάθηντο εν Γαβαά του Βενιαμίν· οι δε Φιλισταίοι ήσαν εστρατοπεδευμένοι εν Μιχμάς.
17 καὶ ἐξῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γῆν Σωγαλ
Και εξήλθον λεηλάται εκ του στρατοπέδου των Φιλισταίων εις τρία σώματα· το εν σώμα εστράφη εις την οδόν Οφρά, προς την γην Σωγάλ·
18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν
και το άλλο σώμα εστράφη εις την οδόν Βαιθ-ωρών· και το άλλο σώμα εστράφη εις την οδόν του ορίου, το οποίον βλέπει προς την κοιλάδα Σεβωείμ, κατά την έρημον.
19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ισραηλ ὅτι εἶπον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ Εβραῖοι ῥομφαίαν καὶ δόρυ
Και σιδηρουργός δεν ευρίσκετο εν πάση τη γη Ισραήλ· διότι οι Φιλισταίοι είπον, Μήποτε οι Εβραίοι κατασκευάσωσι ρομφαίας ή λόγχας·
20 καὶ κατέβαινον πᾶς Ισραηλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ
αλλά κατέβαινον πάντες οι Ισραηλίται προς τους Φιλισταίους, διά να ακονώσιν έκαστος το υνίον αυτού και την δικέλλαν αυτού και την αξίνην αυτού, και την σκαπάνην αυτού,
21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή
οσάκις ήθελον αμβλυνθή αι σκαπάναι και αι δικέλλαι και τα τρίκρανα και αι αξίναι αυτών· και διά να οξύνωσι τα βούκεντρα αυτών.
22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν καὶ εὑρέθη τῷ Σαουλ καὶ τῷ Ιωναθαν υἱῷ αὐτοῦ
Διά τούτο εν τη ημέρα της μάχης, δεν ευρίσκετο ούτε μάχαιρα ούτε λόγχη εις την χείρα τινός εκ του λαού του όντος μετά του Σαούλ και Ιωνάθαν· εις τον Σαούλ όμως και εις τον Ιωνάθαν τον υιόν αυτού ευρέθησαν.
23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχεμας
Η δε φρουρά των Φιλισταίων εξήλθε προς το πέρασμα Μιχμάς.