< Βασιλειῶν Αʹ 10 >

1 καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα
ויקח שמואל את פך השמן ויצק על ראשו--וישקהו ויאמר--הלוא כי משחך יהוה על נחלתו לנגיד
2 ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δῑ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου
בלכתך היום מעמדי ומצאת שני אנשים עם קברת רחל בגבול בנימן בצלצח ואמרו אליך נמצאו האתנות אשר הלכת לבקש והנה נטש אביך את דברי האתנות ודאג לכם לאמר מה אעשה לבני
3 καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
וחלפת משם והלאה ובאת עד אלון תבור ומצאוך שם שלשה אנשים עלים אל האלהים בית אל אחד נשא שלשה גדיים ואחד נשא שלשת ככרות לחם ואחד נשא נבל יין
4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν
ושאלו לך לשלום ונתנו לך שתי לחם ולקחת מידם
5 καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων ἐκεῖ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
אחר כן תבוא גבעת האלהים אשר שם נצבי פלשתים ויהי כבאך שם העיר ופגעת חבל נבאים ירדים מהבמה ולפניהם נבל ותף וחליל וכנור והמה מתנבאים
6 καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον
וצלחה עליך רוח יהוה והתנבית עמם ונהפכת לאיש אחר
7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου ὅτι θεὸς μετὰ σοῦ
והיה כי תבאינה (תבאנה) האתות האלה--לך עשה לך אשר תמצא ידך כי האלהים עמך
8 καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις
וירדת לפני הגלגל והנה אנכי ירד אליך להעלות עלות לזבח זבחי שלמים שבעת ימים תוחל עד בואי אליך והודעתי לך את אשר תעשה
9 καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
והיה כהפנתו שכמו ללכת מעם שמואל ויהפך לו אלהים לב אחר ויבאו כל האתות האלה ביום ההוא
10 καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν
ויבאו שם הגבעתה והנה חבל נבאים לקראתו ותצלח עליו רוח אלהים ויתנבא בתוכם
11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις ἦ καὶ Σαουλ ἐν προφήταις
ויהי כל יודעו מאתמול שלשם ויראו והנה עם נבאים נבא ויאמר העם איש אל רעהו מה זה היה לבן קיש--הגם שאול בנביאים
12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν καὶ τίς πατὴρ αὐτοῦ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν ἦ καὶ Σαουλ ἐν προφήταις
ויען איש משם ויאמר ומי אביהם על כן היתה למשל הגם שאול בנבאים
13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
ויכל מהתנבות ויבא הבמה
14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ ποῦ ἐπορεύθητε καὶ εἶπαν ζητεῖν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
ויאמר דוד שאול אליו ואל נערו אן הלכתם ויאמר לבקש את האתנות ונראה כי אין ונבוא אל שמואל
15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ
ויאמר דוד שאול הגידה נא לי מה אמר לכם שמואל
16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ
ויאמר שאול אל דודו הגד הגיד לנו כי נמצאו האתנות ואת דבר המלוכה לא הגיד לו אשר אמר שמואל
17 καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα
ויצעק שמואל את העם אל יהוה המצפה
18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς
ויאמר אל בני ישראל כה אמר יהוה אלהי ישראל אנכי העליתי את ישראל ממצרים ואציל אתכם מיד מצרים ומיד כל הממלכות הלחצים אתכם
19 καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν
ואתם היום מאסתם את אלהיכם אשר הוא מושיע לכם מכל רעותיכם וצרתיכם ותאמרו לו כי מלך תשים עלינו ועתה התיצבו לפני יהוה לשבטיכם ולאלפיכם
20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν
ויקרב שמואל את כל שבטי ישראל וילכד שבט בנימן
21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληροῦται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληροῦται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
ויקרב את שבט בנימן למשפחתו ותלכד משפחת המטרי וילכד שאול בן קיש ויבקשהו ולא נמצא
22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα καὶ εἶπεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν
וישאלו עוד ביהוה הבא עוד הלם איש ויאמר יהוה הנה הוא נחבא אל הכלים
23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
וירצו ויקחהו משם ויתיצב בתוך העם ויגבה מכל העם משכמו ומעלה
24 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν ζήτω ὁ βασιλεύς
ויאמר שמואל אל כל העם הראיתם אשר בחר בו יהוה כי אין כמהו בכל העם וירעו כל העם ויאמרו יחי המלך
25 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
וידבר שמואל אל העם את משפט המלכה ויכתב בספר וינח לפני יהוה וישלח שמואל את כל העם איש לביתו
26 καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαουλ
וגם שאול--הלך לביתו גבעתה וילכו עמו--החיל אשר נגע אלהים בלבם
27 καὶ υἱοὶ λοιμοὶ εἶπαν τί σώσει ἡμᾶς οὗτος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα
ובני בליעל אמרו מה ישענו זה ויבזהו ולא הביאו לו מנחה ויהי כמחריש

< Βασιλειῶν Αʹ 10 >