< Βασιλειῶν Αʹ 10 >
1 καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα
Τότε έλαβεν ο Σαμουήλ την φιάλην του ελαίου, και έχυσεν επί την κεφαλήν αυτού, και εφίλησεν αυτόν και είπε, Δεν σε έχρισε Κύριος άρχοντα επί της κληρονομίας αυτού;
2 ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐροῦσίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητεῖν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δῑ ὑμᾶς λέγων τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου
Αφού αναχωρήσης απ' εμού σήμερον, θέλεις ευρεί δύο ανθρώπους πλησίον του τάφου της Ραχήλ, κατά το όριον του Βενιαμίν εν Σελσά· και θέλουσιν ειπεί προς σε, Ευρέθησαν αι όνοι, τας οποίας υπήγες να ζητήσης· και ιδού, ο πατήρ σου, αφήσας την φροντίδα των όνων, υπερλυπείται διά σας, λέγων, Τι να κάμω περί του υιού μου;
3 καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
Και προχωρήσας εκείθεν, θέλεις ελθεί έως της δρυός του Θαβώρ, και εκεί θέλουσι σε ευρεί τρεις άνθρωποι αναβαίνοντες προς τον Θεόν εις Βαιθήλ, ο εις φέρων τρία ερίφια, και ο άλλος φέρων τρεις άρτους, και ο άλλος φέρων ασκόν οίνου·
4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν
και θέλουσι σε χαιρετήσει και σοι δώσει δύο άρτους, τους οποίους θέλεις δεχθή εκ των χειρών αυτών.
5 καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων ἐκεῖ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
Μετά ταύτα θέλεις υπάγει εις το βουνόν του Θεού, όπου είναι η φρουρά των Φιλισταίων· και όταν υπάγης εκεί εις την πόλιν, θέλεις απαντήσει άθροισμα προφητών καταβαινόντων από του υψηλού τόπου εν ψαλτηρίω και τυμπάνω και αυλώ και κιθάρα έμπροσθεν αυτών, και προφητευόντων.
6 καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον
Και θέλει επέλθει επί σε πνεύμα Κυρίου, και θέλεις προφητεύσει μετ' αυτών και θέλεις μεταβληθή εις άλλον άνθρωπον.
7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου ὅτι θεὸς μετὰ σοῦ
Και όταν τα σημεία ταύτα έλθωσιν επί σε, κάμνε ό, τι δύνασαι διότι ο Θεός είναι μετά σου.
8 καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις
Και θέλεις καταβή προ εμού εις Γάλγαλα· και ιδού, εγώ θέλω καταβή προς σε, διά να προσφέρω ολοκαυτώματα, να θυσιάσω θυσίας ειρηνικάς· πρόσμενε επτά ημέρας, εωσού έλθω προς σε και σοι αναγγείλω τι έχεις να κάμης.
9 καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Και ότε έστρεψε τα νώτα αυτού διά να αναχωρήση από του Σαμουήλ, ο Θεός έδωκεν εις αυτόν άλλην καρδίαν· και ήλθον πάντα εκείνα τα σημεία εν τη ημέρα εκείνη.
10 καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν
Και ότε ήλθον εκεί εις το βουνόν, ιδού, άθροισμα προφητών συνήντησεν αυτόν· και επήλθεν επ' αυτόν Πνεύμα Θεού, και επροφήτευσε μεταξύ αυτών.
11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις ἦ καὶ Σαουλ ἐν προφήταις
Και ως είδον οι γνωρίζοντες αυτόν πρότερον, και ιδού, προεφήτευε μετά των προφητών, τότε έλεγεν ο λαός, έκαστος προς τον πλησίον αυτού, Τι είναι τούτο, το οποίον έγεινεν εις τον υιόν του Κείς; και Σαούλ εν προφήταις;
12 καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν καὶ τίς πατὴρ αὐτοῦ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν ἦ καὶ Σαουλ ἐν προφήταις
Εις δε εκ των εκεί απεκρίθη και είπεν, Και τις είναι ο πατήρ αυτών; Διά τούτο έγεινε παροιμία, Και Σαούλ εν προφήταις;
13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
Και αφού ετελείωσε προφητεύων, ήλθεν εις τον υψηλόν τόπον.
14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ ποῦ ἐπορεύθητε καὶ εἶπαν ζητεῖν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
Και είπεν ο θείος του Σαούλ προς αυτόν και προς τον υπηρέτην αυτού, Που υπήγετε; Και είπε, να ζητήσωμεν τας όνους. και ότε είδομεν ότι δεν ήσαν, ήλθομεν προς τον Σαμουήλ.
15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ
Και είπεν ο θείος του Σαούλ, Ανάγγειλόν μοι, σε παρακαλώ, τι σας είπεν ο Σαμουήλ.
16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ
Και είπεν ο Σαούλ προς τον θείον αυτού, Μας είπε μετά βεβαιότητος ότι ευρέθησαν αι όνοι· τον λόγον όμως περί της βασιλείας, τον οποίον ο Σαμουήλ είπε, δεν εφανέρωσεν εις αυτόν.
17 καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα
Και συνήγαγεν ο Σαμουήλ τον λαόν προς τον Κύριον εις Μισπά·
18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς
και είπε προς τους υιούς Ισραήλ, Ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Εγώ ανεβίβασα τον Ισραήλ εξ Αιγύπτου, και σας ηλευθέρωσα εκ χειρός των Αιγυπτίων και εκ χειρός πασών των βασιλειών, αίτινες σας κατέθλιβον·
19 καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν
και σεις την ημέραν ταύτην απεβάλετε τον Θεόν σας, όστις σας έσωσεν από πάντων των κακών σας και των θλίψεών σας, και είπετε προς αυτόν, Ουχί, αλλά κατάστησον βασιλέα εφ' ημάς. Τώρα λοιπόν παρουσιάσθητε ενώπιον του Κυρίου, κατά τας φυλάς σας και κατά τας χιλιάδας σας.
20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν
Και ότε έκαμεν ο Σαμουήλ πάσας τας φυλάς του Ισραήλ να πλησιάσωσιν, επιάσθη η φυλή του Βενιαμίν.
21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληροῦται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληροῦται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
Και αφού έκαμε την φυλήν του Βενιαμίν να πλησιάση κατά τας οικογενείας αυτών, επιάσθη η οικογένεια του Ματρεί, και επιάσθη ο Σαούλ ο υιός του Κείς· εζήτησαν δε αυτόν και δεν ευρέθη.
22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα καὶ εἶπεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν
Όθεν εζήτησαν έτι παρά του Κυρίου, αν ο άνθρωπος έρχηται έτι εκεί. Και είπε Κύριος, Ιδού, αυτός είναι κεκρυμμένος μεταξύ της αποσκευής.
23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
Τότε έδραμον και έλαβον αυτόν εκείθεν· και ότε εστάθη μεταξύ του λαού, εξείχεν υπέρ πάντα τον λαόν, από τους ώμους αυτού και επάνω.
24 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν ζήτω ὁ βασιλεύς
Και είπεν ο Σαμουήλ προς πάντα τον λαόν, Βλέπετε εκείνον, τον οποίον εξέλεξεν ο Κύριος, ότι δεν είναι όμοιος αυτού μεταξύ παντός του λαού; Και πας ο λαός ηλάλαξε και είπε, Ζήτω ο βασιλεύς.
25 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
Και είπεν ο Σαμουήλ προς τον λαόν τον τρόπον της βασιλείας, και έγραψεν αυτόν εν βιβλίω και έθεσεν έμπροσθεν του Κυρίου. Και απέλυσεν ο Σαμουήλ πάντα τον λαόν, έκαστον εις τον οίκον αυτού.
26 καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαουλ
Και ο Σαούλ ομοίως ανεχώρησεν εις τον οίκον αυτού εις Γαβαά· και υπήγε μετ' αυτού εκεί τάγμα πολεμιστών, των οποίων τας καρδίας είχε διαθέσει ο Θεός.
27 καὶ υἱοὶ λοιμοὶ εἶπαν τί σώσει ἡμᾶς οὗτος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα
Άνθρωποι όμως κακοί είπον, Πως θέλει σώσει ημάς ούτος; Και κατεφρόνησαν αυτόν και δεν προσέφεραν προς αυτόν δώρα· εκείνος όμως έκαμνε τον κωφόν.