< Βασιλειῶν Γʹ 7 >

1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου
Και τον οίκον αυτού ωκοδόμησεν ο Σολομών εις δεκατρία έτη, και ετελείωσεν όλον τον οίκον αυτού.
2 υἱὸν γυναικὸς χήρας καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλι καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα
Και ωκοδόμησε τον οίκον του δάσους του Λιβάνου· το μήκος αυτού ήτο εκατόν πηχών, και το πλάτος αυτού πεντήκοντα πηχών, και το ύψος αυτού τριάκοντα πηχών, επί τεσσάρων σειρών στύλων κεδρίνων, με δοκούς κεδρίνους επί των στύλων.
3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος
Και εστεγάσθη με κέδρον άνωθεν των δοκών, αίτινες επεστηρίζοντο επί τεσσαράκοντα πέντε στύλων, δεκαπέντε εις την σειράν.
4 καὶ δύο ἐπιθέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων χωνευτὰ χαλκᾶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου
Και ήσαν παράθυρα εις τρεις σειράς, και ανταπεκρίνετο παράθυρον εις παράθυρον κατά τρεις σειράς.
5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τῶν στύλων καὶ δίκτυον τῷ ἐπιθέματι τῷ ἑνί καὶ δίκτυον τῷ ἐπιθέματι τῷ δευτέρῳ
Και πάσαι αι θύραι και οι παραστάται ήσαν τετράγωνοι, με τα παράθυρα· και ανταπεκρίνετο παράθυρον εις παράθυρον κατά τρεις σειράς.
6 καὶ ἔργον κρεμαστόν δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι ἔργον κρεμαστόν στίχος ἐπὶ στίχον καὶ οὕτως ἐποίησεν τῷ ἐπιθέματι τῷ δευτέρῳ
Και έκαμε την στοάν εκ στύλων· το μήκος αυτής πεντήκοντα πηχών, και το πλάτος αυτής τριάκοντα πηχών· και ήτο η στοά κατέμπροσθεν των στύλων του οίκου, ώστε οι στύλοι και αι δοκοί ήσαν κατά πρόσωπον αυτών.
7 καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ
Έκαμεν έτι στοάν διά τον θρόνον, όπου έμελλε να κρίνη, την στοάν της κρίσεως· και ήτο εστρωμένη με κέδρον εκ του ενός μέρους του εδάφους έως του άλλου.
8 καὶ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν
Και ο οίκος αυτού, εις τον οποίον εκάθητο, είχε μίαν άλλην αυλήν έσωθεν της στοάς, ούσαν της αυτής κατασκευής. Ο Σολομών έκαμεν έτι οίκον διά την θυγατέρα του Φαραώ, την οποίαν είχε λάβει, όμοιον με την στοάν ταύτην.
9 καὶ μέλαθρον ἐπ’ ἀμφοτέρων τῶν στύλων καὶ ἐπάνωθεν τῶν πλευρῶν ἐπίθεμα τὸ μέλαθρον τῷ πάχει
Πάντα ταύτα ήσαν εκ λίθων πολυτελών, κατά τα μέτρα των πριονισμένων λίθων, πριονισμένων διά πριονίου, έσωθεν και έξωθεν, εκ θεμελίου μέχρι του γείσου, και έξωθεν έως της μεγάλης αυλής.
10 καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς στρογγύλον κύκλῳ τὸ αὐτό πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν
Και το θεμέλιον ήτο εκ λίθων πολυτελών, λίθων μεγάλων, λίθων δέκα πηχών και λίθων οκτώ πηχών.
11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν τοῦ χείλους αὐτῆς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν ἀνιστᾶν τὴν θάλασσαν
Και επάνωθεν ήσαν λίθοι πολυτελείς, κατά το μέτρον των πριονισμένων λίθων, και κέδροι.
12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου καὶ τὸ πάχος αὐτοῦ παλαιστής
Και η μεγάλη αυλή κυκλόθεν ήτο εκ τριών σειρών λίθων πριονισμένων και εκ μιας σειράς κεδρίνων δοκών, καθώς η εσωτέρα αυλή του οίκου του Κυρίου και καθώς η στοά του οίκου.
13 καὶ δώδεκα βόες ὑποκάτω τῆς θαλάσσης οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἶκον καὶ ἡ θάλασσα ἐπ’ αὐτῶν ἐπάνωθεν
Και έστειλεν ο βασιλεύς Σολομών και έλαβε τον Χειράμ εκ της Τύρου.
14 καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκᾶς πέντε πήχεις μῆκος τῆς μεχωνωθ τῆς μιᾶς καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς
Ούτος ήτο υιός γυναικός χήρας εκ φυλής Νεφθαλί, και ο πατήρ αυτού ανήρ Τύριος, χαλκουργός· και ήτο πλήρης τέχνης και συνέσεως και επιστήμης εις το να εργάζηται παν έργον εν χαλκώ. Και ήλθε προς τον βασιλέα Σολομώντα και έκαμε πάντα τα έργα αυτού.
15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωθ σύγκλειστον αὐτοῖς καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων
Διότι έχυσε τους δύο χαλκίνους στύλους, δεκαοκτώ πηχών ύψους έκαστον στύλον· γραμμή δε δώδεκα πηχών περιεκύκλονεν έκαστον αυτών.
16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι ἔργον καταβάσεως
Και έκαμεν εκ χυτού χαλκού δύο επιθέματα, διά να θέση αυτά επί τας κεφαλάς των στύλων· το ύψος του ενός επιθέματος πέντε πηχών, και το ύψος του άλλου επιθέματος πέντε πηχών·
17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωθ τῇ μιᾷ καὶ τὰ προσέχοντα χαλκᾶ καὶ τέσσαρα μέρη αὐτῶν ὠμίαι ὑποκάτω τῶν λουτήρων
και δίκτυα πλεκτά ειργασμένα αλυσιδωτά εκ συρμάτων, διά τα επιθέματα τα επί της κεφαλής των στύλων· επτά διά το εν επίθεμα, και επτά διά το άλλο επίθεμα.
18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωθ καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους
Και έκαμε τους στύλους, και δύο σειράς ροδίων κυκλόθεν επί το εν δίκτυον, διά να σκεπάση με ρόδια τα επιθέματα τα επί της κεφαλής των στύλων· και έκαμε το αυτό εις το άλλο επίθεμα.
19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν τὰ πάντα χωνευτά
Και τα επιθέματα, τα επί της κεφαλής των στύλων εν τη στοά, ήσαν εργασίας κρίνων τεσσάρων πηχών.
20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωθ τῆς μιᾶς ἐκ τῆς μεχωνωθ οἱ ὦμοι αὐτῆς
Και τα επιθέματα τα επί των δύο στύλων είχον ρόδια και επάνωθεν, πλησίον της κοιλίας, της παρά το δικτυωτόν· και τα ρόδια ήσαν διακόσια κατά σειράν κυκλόθεν εφ' εκάστου επιθέματος.
21 καὶ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ ἥμισυ τοῦ πήχεος μέγεθος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεφαλῆς τῆς μεχωνωθ καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς
Και έστησε τους στύλους εις την στοάν του ναού· και έστησε τον στύλον τον δεξιόν, και εκάλεσε το όνομα αυτού Ιαχείν· και έστησε τον στύλον τον αριστερόν, και εκάλεσε το όνομα αυτού Βοάς.
22 καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστῶτα ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόθεν
Και επί την κεφαλήν των στύλων ήτο εργασία κρίνων· ούτως ετελειώθη η κατασκευή των στύλων.
23 κατ’ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ τάξιν μίαν καὶ μέτρον ἓν πάσαις
Έκαμεν έτι την χυτήν θάλασσαν, δέκα πηχών από χείλους εις χείλος, στρογγύλην κύκλω· και το ύψος αυτής πέντε πηχών· και γραμμή τριάκοντα πηχών περιεζώννυεν αυτήν κύκλω.
24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνωθ τῆς μιᾶς ταῖς δέκα μεχωνωθ
Και υπό το χείλος αυτής κύκλω ήσαν ανάγλυφα εις σχήμα κολοκύνθης περικυκλούντα αυτήν, δέκα κατά πήχην, περικυκλούντα την θάλασσαν κύκλω· αι δύο σειραί των αναγλύφων ήσαν χυμέναι ομού με αυτήν.
25 καὶ ἔθετο τὰς δέκα μεχωνωθ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν καὶ ἡ θάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ’ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου
Ίστατο δε επί δώδεκα βοών· τρεις έβλεπον προς βορράν, και τρεις έβλεπον προς δυσμάς, και τρεις έβλεπον προς νότον, και τρεις έβλεπον προς ανατολάς· και η θάλασσα έκειτο επ' αυτών· και όλα τα οπίσθια αυτών ήσαν προς τα έσω.
26 καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα ἃ ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου
Και το πάχος αυτής ήτο μιας παλάμης, και το χείλος αυτής κατεσκευασμένον ως χείλος ποτηρίου, ως άνθος κρίνου· εχώρει δε δύο χιλιάδας βαθ.
27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τῶν γλυφῶν τὰ ὄντα ἐπὶ τῶν στύλων
Έκαμεν έτι δέκα βάσεις χαλκίνας· τεσσάρων πηχών το μήκος της μιας βάσεως, και τεσσάρων πηχών το πλάτος αυτής, και τριών πηχών το ύψος αυτής.
28 τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοῖς δικτύοις δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ’ ἀμφοτέροις τοῖς στύλοις
Η δε εργασία των βάσεων ήτο τοιαύτη· είχον συγκλείσματα, και τα συγκλείσματα ήσαν εντός των κιονίσκων.
29 καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωθ
Και επί των συγκλεισμάτων των εντός των κιονίσκων ήσαν λέοντες, βόες και χερουβείμ· και επί των κιονίσκων ήτο άνωθεν το υποβάσταγμα· υποκάτωθεν δε των λεόντων και βοών ήσαν κροσσοί ανάγλυφοι κρεμάμενοι.
30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς θαλάσσης
Και εκάστη βάσις είχε τέσσαρας χαλκίνους τροχούς και άξονας χαλκίνους· και αι τέσσαρες γωνίαι αυτής είχον ώμους· υπό τον λουτήρα ήσαν οι ώμοι χυτοί, έκαστος απέναντι των κροσσών.
31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἃ ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου πάντα τὰ ἔργα τοῦ βασιλέως ἃ ἐποίησεν Χιραμ χαλκᾶ ἄρδην
Και το στόμα αυτής, έσωθεν της κεφαλίδος και άνωθεν, ήτο μία πήχη· ήτο δε το στόμα αυτής στρογγύλον, κατεσκευασμένον εις το υποβάσταγμα, μία πήχη και ημίσεια· και έτι επάνω τούτου του στόματος αυτής ήσαν εγχαράγματα μετά των συγκλεισμάτων αυτών, τετράγωνα όντα, ουχί στρογγύλα.
32 οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα ἐκ πλήθους σφόδρα οὐκ ἦν τέρμα τῷ σταθμῷ τοῦ χαλκοῦ
Και υπό τα συγκλείσματα ήσαν τέσσαρες τροχοί· και οι άξονες των τροχών ηνόνοντο με την βάσιν· και το ύψος εκάστου τροχού ήτο μιας πήχης και ημισείας.
33 ἐν τῷ περιοίκῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Σιρα
Και η εργασία των τροχών ήτο ως η εργασία του τροχού της αμάξης· οι άξονες αυτών και αι πλήμναι αυτών και επίσωτρα αυτών και αι ακτίνες αυτών ήσαν όλα χυτά.
34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμων τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκῳ κυρίου τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν ἐφ’ ἧς οἱ ἄρτοι τῆς προσφορᾶς χρυσῆν
Και ήσαν τέσσαρες ώμοι εις τας τέσσαρας γωνίας εκάστης βάσεως· και οι ώμοι ήσαν συνέχεια της βάσεως.
35 καὶ τὰς λυχνίας πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν κατὰ πρόσωπον τοῦ δαβιρ χρυσᾶς συγκλειομένας καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς
Και εν τη κορυφή της βάσεως ήτο στρογγύλον περίζωμα ημισείας πήχης το ύψος· και εν τη κορυφή της βάσεως τα χείλη αυτής και τα συγκλείσματα αυτής ήσαν εκ της αυτής.
36 καὶ τὰ πρόθυρα καὶ οἱ ἧλοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαῖ σύγκλειστα καὶ τὰ θυρώματα τῶν θυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου ἁγίου τῶν ἁγίων καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς
Επί δε τας πλάκας των χειλέων αυτής και επί τα συγκλείσματα αυτής, ενεχάραξε χερουβείμ, λέοντας και φοίνικας, κατά αναλογίαν εκάστης, και κροσσούς κύκλω.
37 καὶ ἀνεπληρώθη πᾶν τὸ ἔργον ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου
Κατά τούτον τον τρόπον έκαμε τας δέκα βάσεις· πάσαι είχον το αυτό χύσιμον, το αυτό μέτρον, το αυτό εγχάραγμα.
38 καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν
Έκαμεν έτι δέκα λουτήρας χαλκίνους· έκαστος λουτήρ εχώρει τεσσαράκοντα βάθ· έκαστος λουτήρ ήτο τεσσάρων πηχών· και εφ' εκάστην των δέκα βάσεων ήτο εις λουτήρ.
39 καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου ἑκατὸν πήχεις μῆκος αὐτοῦ καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ καὶ τριῶν στίχων στύλων κεδρίνων καὶ ὠμίαι κέδριναι τοῖς στύλοις
Και έθεσε τας βάσεις, πέντε επί το δεξιόν πλάγιον του οίκου και πέντε επί το αριστερόν πλάγιον του οίκου· και έθεσε την θάλασσαν κατά το δεξιόν πλάγιον του οίκου προς ανατολάς απέναντι του νοτίου μέρους.
40 καὶ ἐφάτνωσεν τὸν οἶκον ἄνωθεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων καὶ ἀριθμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε δέκα καὶ πέντε ὁ στίχος
Και έκαμεν ο Χειράμ τους λουτήρας και τα πτύαρια και τας λεκάνας. Ούτως ετελείωσεν ο Χειράμ κάμνων πάντα τα έργα, τα οποία έκαμεν εις τον βασιλέα Σολομώντα διά τον οίκον του Κυρίου·
41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς
τους δύο στύλους και τας σφαίρας των επιθεμάτων, των επί της κεφαλής των δύο στύλων· και τα δύο δικτυωτά, διά να σκεπάζωσι τας δύο σφαίρας των επιθεμάτων των επί της κεφαλής των στύλων·
42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ τοῦ θυρώματος ἐπὶ θύραν τρισσῶς
και τετρακόσια ρόδια διά τα δύο δικτυωτά, δύο σειράς ροδίων δι' έκαστον δικτυωτόν, διά να σκεπάζωσι τας δύο σφαίρας των επιθεμάτων των επί των στύλων·
43 καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει ἐζυγωμένα αιλαμ ἐπὶ πρόσωπον αὐτῶν καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν
και τας δέκα βάσεις και τους δέκα λουτήρας επί των βάσεων·
44 καὶ τὸ αιλαμ τῶν θρόνων οὗ κρινεῖ ἐκεῖ αιλαμ τοῦ κριτηρίου
και την μίαν θάλασσαν, και τους δώδεκα βόας υποκάτω της θαλάσσης·
45 καὶ οἶκος αὐτῷ ἐν ᾧ καθήσεται ἐκεῖ αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο καὶ οἶκον τῇ θυγατρὶ Φαραω ἣν ἔλαβεν Σαλωμων κατὰ τὸ αιλαμ τοῦτο
και τους λέβητας και τα πτυάρια και τας λεκάνας· πάντα ταύτα τα σκεύη, τα οποία ο Χειράμ έκαμεν εις τον βασιλέα Σολομώντα διά τον οίκον του Κυρίου, ήσαν εκ χαλκού λαμπρού.
46 πάντα ταῦτα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ τοῦ θεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην
Εν τη πεδιάδι του Ιορδάνου έχυσεν αυτά ο βασιλεύς, εν γη αργιλλώδει, μεταξύ Σοκχώθ και Σαρθάν.
47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις λίθοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν
Και ο Σολομών αφήκε πάντα τα σκεύη αζύγιστα, διότι ήσαν πολλά σφόδρα· το βάρος του χαλκού δεν ηδύνατο λογαριασθή.
48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις
Και έκαμεν ο Σολομών πάντα τα σκεύη τα του οίκου του Κυρίου, το θυσιαστήριον το χρυσούν, και την τράπεζαν την χρυσήν, επί της οποίας ετίθεντο οι άρτοι της προθέσεως,
49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου
και τας λυχνίας, πέντε εκ δεξιών και πέντε εξ αριστερών, έμπροσθεν του χρηστηρίου, εκ χρυσίου καθαρού, και τα άνθη και τους λύχνους και τας λαβίδας εκ χρυσού,
50 καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ
και τας φιάλας και τα λυχνοψάλιδα και τας λεκάνας και τους κρατήρας και τα θυμιατήρια εκ χρυσίου καθαρού, και τους στρόφιγγας εκ χρυσίου, διά τας θύρας του οίκου του εσωτάτου, του αγίου των αγίων, και διά τας θύρας του οίκου του ναού.
Και συνετελέσθη άπαν το έργον, το οποίον έκαμεν ο βασιλεύς Σολομών διά τον οίκον του Κυρίου. Και εισέφερεν ο Σολομών τα αφιερώματα Δαβίδ του πατρός αυτού· το αργύριον και το χρυσίον, και τα σκεύη έθεσεν εν τοις θησαυροίς του οίκου του Κυρίου.

< Βασιλειῶν Γʹ 7 >