< Βασιλειῶν Γʹ 6 >

1 καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ισραηλ ἐξ Αἰγύπτου τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἶκον κυρίου ἐν μηνὶ Νισω τῷ δευτέρῳ μηνί ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βααλ οὗτος ὁ μὴν ὁ ὄγδοος συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ
Και εν τω τετρακοσιοστώ και ογδοηκοστώ έτει από της εξόδου των υιών Ισραήλ εκ γης Αιγύπτου, το τέταρτον έτος της βασιλείας του Σολομώντος επί τον Ισραήλ, κατά τον μήνα Ζιφ, όστις είναι ο δεύτερος μην, ήρχισε να οικοδομή τον οίκον του Κυρίου.
2 καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σαλωμων τῷ κυρίῳ τεσσαράκοντα πήχεων μῆκος αὐτοῦ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ
Και του οίκου, τον οποίον ο βασιλεύς Σολομών ωκοδόμησεν εις τον Κύριον, το μήκος αυτού ήτο εξήκοντα πηχών, και το πλάτος αυτού είκοσι, και το ύψος αυτού τριάκοντα πηχών.
3 καὶ τὸ αιλαμ κατὰ πρόσωπον τοῦ ναοῦ εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν
Το δε πρόναον, το κατά πρόσωπον του ναού του οίκου, είχε μήκος είκοσι πηχών, κατά το πλάτος του οίκου· και πλάτος δέκα πηχών έμπροσθεν του οίκου.
4 καὶ ἐποίησεν τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς
Και έκαμεν εις τον οίκον παράθυρα πλάγια αδιόρατα.
5 καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόθεν
Και ωκοδόμησε κολλητά με τον τοίχον του οίκου οικήματα κύκλω, κολλητά με τους τοίχους του οίκου κύκλω, και του ναού και του χρηστηρίου· ούτως έκαμεν οικήματα κύκλω.
6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτῆς καὶ τὸ μέσον ἕξ καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου
Του κατωτέρου οικήματος το πλάτος ήτο πέντε πηχών, και του μέσου εξ πηχών το πλάτος, και του τρίτου επτά πηχών το πλάτος· διότι έξωθεν του οίκου έκαμε στενά υποστηρίγματα κύκλω, διά να μη εισέρχωνται αι δοκοί εις τους τοίχους του οίκου.
7 καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν
Και ο οίκος, ενώ ωκοδομείτο, ωκοδομήθη με λίθους προητοιμασμένους πριν μετακομισθώσιν εκεί· ώστε ούτε σφύρα ούτε πέλεκυς ουδέν σιδηρούν εργαλείον δεν ηκούσθη εν τω οίκω ενώ ωκοδομείτο.
8 καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα
Η θύρα των μέσων οικημάτων ήτο εις την δεξιάν πλευράν του οίκου· και ανέβαινον εις τα οικήματα του μέσου διά κλίμακος ελικοειδούς, και εκ του μέσου εις τα τριώροφα.
9 καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν καὶ ἐκοιλοστάθμησεν τὸν οἶκον κέδροις
Ούτως ωκοδόμησε τον οίκον και ετελείωσεν αυτόν· και εστέγασε τον οίκον με οροφάς κοιλωτάς και κοσμήματα εκ κέδρου.
10 καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δῑ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις
Και ωκοδόμησε τα οικήματα κολλητά εφ' όλον τον οίκον, πέντε πηχών το ύψος· και συνείχοντο μετά του οίκου διά ξύλων κεδρίνων.
Και ήλθεν ο λόγος του Κυρίου προς τον Σολομώντα, λέγων,
Περί του οίκου τούτου, τον οποίον συ οικοδομείς, εάν περιπατής εις τα διατάγματά μου και εκτελής τας κρίσεις μου και φυλάττης πάσας τας εντολάς μου περιπατών εις αυτάς, τότε θέλω βεβαιώσει τον λόγον μου μετά σου, τον οποίον ελάλησα προς Δαβίδ τον πατέρα σού·
και θέλω κατοικεί εκ μέσω των υιών Ισραήλ, και δεν θέλω εγκαταλίπει τον λαόν μου Ισραήλ.
Ούτως ωκοδόμησεν ο Σολομών τον οίκον και συνετέλεσεν αυτόν.
15 καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν δοκῶν καὶ ἕως τῶν τοίχων ἐκοιλοστάθμησεν συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχεν τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις
Και εσανίδωσε τους τοίχους του οίκου έσωθεν με σανίδας κεδρίνας, από του εδάφους του οίκου έως των τοίχων της στέγης· με ξύλον εσκέπασεν αυτά έσωθεν· και εσκέπασε το έδαφος του οίκου με σανίδας πευκίνας.
16 καὶ ᾠκοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ’ ἄκρου τοῦ οἴκου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν καὶ ἐποίησεν ἐκ τοῦ δαβιρ εἰς τὸ ἅγιον τῶν ἁγίων
Εσανίδωσεν έτι με σανίδας κεδρίνας είκοσι πήχας εις το ενδότερον του οίκου, από του εδάφους έως των τοίχων· και εσανίδωσεν αυτό έσωθεν διά να ήναι το χρηστήριον, το άγιον των αγίων.
17 καὶ τεσσαράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον
Ο δε οίκος, τουτέστι ο ναός ο κατέμπροσθεν, ήτο τεσσαράκοντα πηχών μήκους.
Και τα κέδρινα ξύλα του οίκου έσωθεν ήσαν γεγλυμμένα με κάλυκας και ανοικτά άνθη· τα πάντα κέδρινα· δεν εφαίνετο λίθος.
19 τοῦ δαβιρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης κυρίου
Και ητοίμασε το χρηστήριον εις το ενδότερον του οίκου, διά να θέση εκεί την κιβωτόν της διαθήκης του Κυρίου.
20 εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ καὶ περιέσχεν αὐτὸν χρυσίῳ συγκεκλεισμένῳ καὶ ἐποίησεν θυσιαστήριον
Και το χρηστήριον είχε κατά πρόσωπον είκοσι πηχών μήκος και είκοσι πηχών πλάτος και είκοσι πηχών ύψος· και εσκέπασεν αυτό με καθαρόν χρυσίον· ούτως εσκέπασε και το θυσιαστήριον με κέδρον.
21 κατὰ πρόσωπον τοῦ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίῳ
Και εσκέπασεν ο Σολομών τον οίκον έσωθεν με καθαρόν χρυσίον· και έκαμε χώρισμα με αλύσεις χρυσάς έμπροσθεν του χρηστηρίου και εσκέπασεν αυτό με χρυσίον.
22 καὶ ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου
Και όλον τον οίκον εσκέπασε με χρυσίον, εωσού συνετέλεσεν όλον τον οίκον· εσκέπασεν έτι με χρυσίον όλον το θυσιαστήριον, το πλησίον του χρηστηρίου.
23 καὶ ἐποίησεν ἐν τῷ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεθος ἐσταθμωμένον
Έσωθεν δε του χρηστηρίου έκαμε δύο χερουβείμ εκ ξύλου ελαίας, δέκα πηχών το ύψος.
24 καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβ τοῦ ἑνός καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ
Και ήτο πέντε πήχαι η μία πτέρυξ του χερούβ και πέντε πήχαι η άλλη πτέρυξ του χερούβ· από του άκρου της μιας πτέρυγος αυτού έως του άκρου της άλλης πτέρυγος αυτού, δέκα πήχαι.
25 οὕτως τῷ χερουβ τῷ δευτέρῳ ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις
Και το άλλο χερούβ ήτο δέκα πηχών· του αυτού μέτρου και της αυτής κατασκευής ήσαν αμφότερα τα χερουβείμ.
26 καὶ τὸ ὕψος τοῦ χερουβ τοῦ ἑνὸς δέκα ἐν πήχει καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον
Το ύψος του ενός χερούβ δέκα πηχών, και ούτω του άλλου χερούβ.
27 καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος
Και έθεσε τα χερουβείμ εν μέσω του ενδοτάτου οίκου· και είχον τα χερουβείμ τας πτέρυγας αυτών εξηπλωμένας, ώστε η πτέρυξ του ενός ήγγιζε τον ένα τοίχον· και η πτέρυξ του άλλου χερούβ ήγγιζε τον άλλον τοίχον· και αι πτέρυγες αυτών ήγγιζον, η μία την άλλην, εν τω μέσω του οίκου.
28 καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ
Και εσκέπασε τα χερουβείμ με χρυσίον.
29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ
Και πάντας τους τοίχους του οίκου κύκλω ενέγλυψε με γλυπτά σχήματα χερουβείμ και φοινίκων και ανοικτών ανθέων, έσωθεν και έξωθεν.
30 καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου
Και το έδαφος του οίκου εσκέπασε με χρυσίον, έσωθεν και έξωθεν.
31 καὶ τῷ θυρώματι τοῦ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλᾶς
Και διά την είσοδον του χρηστηρίου έκαμε θύρας εκ ξύλου ελαίας· το ανώφλιον και οι παραστάται ήσαν εν πεντάγωνον.
32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ’ αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα καὶ περιέσχεν χρυσίῳ καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον
Και αι δύο θύραι ήσαν εκ ξύλου ελαίας· και ενέγλυψεν επ' αυταίς γλυπτά χερουβείμ και φοίνικας και ανοικτά άνθη, και εσκέπασεν αυτά με χρυσίον, εφαπλώσας το χρυσίον επί τα χερουβείμ και επί τους φοίνικας.
33 καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ φλιαὶ ξύλων ἀρκευθίνων στοαὶ τετραπλῶς
Ούτως έκαμε και εις την πύλην του ναού παραστάτας εκ ξύλου ελαίας, εν τετράγωνον.
34 καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα στρεφόμενα
Και αι δύο θύραι ήσαν εκ ξύλου πευκίνου· τα δύο φύλλα της μιας θύρας εδιπλόνοντο, και τα δύο φύλλα της άλλης θύρας εδιπλόνοντο.
35 ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν
Και ενέγλυψεν επ' αυτάς χερουβείμ και φοίνικας και ανοικτά άνθη· και εσκέπασεν αυτά με χρυσίον εφηρμοσμένον επί την ανάγλυφον εργασίαν.
36 καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην τρεῖς στίχους ἀπελεκήτων καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν καὶ ᾠκοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αιλαμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ
Και ωκοδόμησε την εσωτέραν αυλήν με τρεις σειράς πελεκητών λίθων και με μίαν σειράν δοκών κεδρίνων.
Εν τω τετάρτω έτει, τον μήνα Ζιφ, ετέθησαν τα θεμέλια του οίκου του Κυρίου·
και εν τω ενδεκάτω έτει, τον μήνα Βουλ, όστις είναι ο όγδοος μην, ετελειώθη ο οίκος κατά πάντα τα μέρη αυτού και κατά πάσαν την κατασκευήν αυτού· ούτως εις επτά έτη ωκοδόμησεν αυτόν.

< Βασιλειῶν Γʹ 6 >