< Βασιλειῶν Γʹ 5 >
1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας
提洛王希蘭聽說撒羅滿受傳繼父為王,就派自己的僕人去見撒羅滿,因為希蘭一生常是達味的好友。
2 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων
撒羅滿也派人去見希蘭說﹕「
3 σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ
你知道我父親達味因了四周的戰爭,在上主沒有將敵人置於他腳下以前,不能為上主他的天主的名建造殿宇。
4 καὶ νῦν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν
但是現在,上主我的天主使我四周太平,沒有仇敵,也沒有災禍。
5 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ μου καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου
所以我決意要為上主我天主的名建造殿宇,一如上主對握父親曾說過﹕你的兒子,即我使他繼你坐你寶座的那一位,要為我的名建造殿宇。
6 καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι
所以現在,請你吩咐人從黎巴嫩給我砍伐香柏木,我的僕人會與你的僕人一起工作,我必照你所說定的,把你僕人的工資全交給你,因為你知道在我們中間,沒有像漆冬人那樣善於砍伐樹木的。」
7 καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων ἐχάρη σφόδρα καὶ εἶπεν εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον
希蘭聽了撒羅滿的話,非常高興說﹕「上主今日應受讚美,因為他賜給了達味一個有智慧的兒子,統治這個強大的民族。」
8 καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πᾶν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα
希蘭遂派人去見撒羅滿說﹕「你派人來向我說的話,我都聽到了﹔至於香柏木和柏木,我必全照你的心願去做。
9 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρός με καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς καὶ ποιήσεις τὸ θέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου
我僕人把這些木料從黎巴嫩運下海中,編成木筏,由海上轉運到你給我指定的地方,我在那裏拆開,你在那裏接收﹔但是,你也要成全我的心願,拿食糧來供應我的宮廷。」
10 καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν θέλημα αὐτοῦ
希蘭於是全照撒羅滿的要求,供給他香柏木和柏木,
11 καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ’ ἐνιαυτόν
撒羅滿則供給希蘭麥子兩萬「苛爾,」純油二十「苛爾,」作為他宮廷的食糧。撒羅滿年年這樣供應希蘭。
12 καὶ κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμων καθὼς ἐλάλησεν αὐτῷ καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν
上主依照所許的,賜給了撒羅滿智慧﹔希蘭與撒羅滿之間,彼此和好,二人相互訂立了盟約。徵調工人
13 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν
撒羅滿王由全以色列中,徵人服役,共徵調了三萬﹔
14 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον δέκα χιλιάδες ἐν τῷ μηνί ἀλλασσόμενοι μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου
每月輪流派一萬人上黎巴嫩山﹕一個月在黎巴嫩山,兩個月留在家中﹔由阿多蘭監督勞工。
15 καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει
撒羅滿有七萬搬運重物的工人,有八萬在山上工作的石匠﹔
16 χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα
此外,還有三千三百監管工作的頭目,指揮人民工作。
君王吩咐人開採巨大和貴重的石頭,以鑿好的石頭建築殿宇的基礎。
18 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη
撒羅滿和希蘭的工人,以及革巴耳人都開鑿石頭,預備木料和石頭,建造殿宇。