< Βασιλειῶν Γʹ 2 >
1 καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων
Επλησίασαν δε αι ημέραι του Δαβίδ να αποθάνη· και παρήγγειλε προς τον Σολομώντα τον υιόν αυτού, λέγων,
2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα
Εγώ υπάγω την οδόν πάσης της γής· συ δε ίσχυε και έσο ανήρ·
3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι
και φύλαττε τας εντολάς Κυρίου του Θεού σου, περιπατών εις τας οδούς αυτού, φυλάττων τα διατάγματα αυτού, τα προστάγματα αυτού και τας κρίσεις αυτού και τα μαρτύρια αυτού, ως είναι γεγραμμένον εν τω νόμω του Μωϋσέως, διά να ευημερής εις πάντα όσα πράττεις και πανταχού όπου αν στραφής·
4 ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν λέγων ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν λέγων οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ
διά να στηρίξη ο Κύριος τον λόγον αυτού, τον οποίον ελάλησε περί εμού, λέγων, Εάν οι υιοί σου προσέχωσιν εις την οδόν αυτών ώστε να περιπατώσιν ενώπιόν μου εν αληθεία, εξ όλης της καρδίας αυτών και εξ όλης της ψυχής αυτών, βεβαίως δεν θέλει εκλείψει εις σε ανήρ επάνωθεν του θρόνου του Ισραήλ.
5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαϊ υἱῷ Ιεθερ καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ
Και έτι συ εξεύρεις όσα έκαμεν εις εμέ Ιωάβ ο υιός της Σερουΐας, τι έκαμεν εις τους δύο αρχηγούς των στρατευμάτων του Ισραήλ, εις τον Αβενήρ τον υιόν του Νηρ, και εις τον Αμασά τον υιόν του Ιεθέρ, τους οποίους εφόνευσε, και έχυσε το αίμα του πολέμου εν ειρήνη και έβαλε το αίμα του πολέμου εις την ζώνην αυτού, την περί την οσφύν αυτού, και εις τα υποδήματα αυτού τα εις τους πόδας αυτού.
6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου (Sheol )
Κάμε λοιπόν κατά την σοφίαν σου, και η πολιά αυτού ας μη καταβή εις τον άδην εν ειρήνη. (Sheol )
7 καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελφοῦ σου
Προς τους υιούς όμως του Βαρζελλαΐ του Γαλααδίτου κάμε έλεος, και ας ήναι εκ των εσθιόντων επί της τραπέζης σου· διότι ούτως επλησίασαν προς εμέ, ότε έφευγον από προσώπου του Αβεσσαλώμ του αδελφού σου.
8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμεϊ υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ᾗ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων εἰ θανατώσω σε ἐν ῥομφαίᾳ
Και ιδού, μετά σου Σιμεΐ ο υιός του Γηρά, ο Βενιαμίτης, από Βαουρείμ, όστις με κατηράσθη κατάραν οδυνηράν καθ' ην ημέραν επορευόμην εις Μαχαναΐμ· κατέβη όμως προς απάντησίν μου εις τον Ιορδάνην, και ώμοσα προς αυτόν εις τον Κύριον, λέγων, Δεν θέλω σε θανατώσει διά ρομφαίας.
9 καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου (Sheol )
Τώρα λοιπόν μη αθωώσης αυτόν· διότι είσαι ανήρ σοφός και εξεύρεις τι πρέπει να κάμης εις αυτόν, και να καταβιβάσης την πολιάν αυτού με αίμα εις τον άδην. (Sheol )
10 καὶ ἐκοιμήθη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ
Και εκοιμήθη ο Δαβίδ μετά των πατέρων αυτού και ετάφη εν τη πόλει Δαβίδ.
11 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ τεσσαράκοντα ἔτη ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη
Αι ημέραι δε, τας οποίας εβασίλευσεν ο Δαβίδ επί τον Ισραήλ, έγειναν τεσσαράκοντα έτη· επτά έτη εβασίλευσεν εν Χεβρών και τριάκοντα τρία εβασίλευσεν εν Ιερουσαλήμ.
12 καὶ Σαλωμων ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα
Και εκάθησεν ο Σολομών επί του θρόνου Δαβίδ του πατρός αυτού· και εστερεώθη η βασιλεία αυτού σφόδρα.
13 καὶ εἰσῆλθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτῇ ἡ δὲ εἶπεν εἰρήνη ἡ εἴσοδός σου καὶ εἶπεν εἰρήνη
Αδωνίας δε ο υιός της Αγγείθ ήλθε προς την Βηθ-σαβεέ, την μητέρα του Σολομώντος. Η δε είπεν, Έρχεσαι εν ειρήνη; Και είπεν, Εν ειρήνη.
14 λόγος μοι πρὸς σέ καὶ εἶπεν αὐτῷ λάλησον
Έπειτα είπεν, Έχω λόγον τινά να είπω προς σε. Η δε είπε, Λάλησον.
15 καὶ εἶπεν αὐτῇ σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ’ ἐμὲ ἔθετο πᾶς Ισραηλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου ὅτι παρὰ κυρίου ἐγένετο αὐτῷ
Και είπε, Συ εξεύρεις ότι εις εμέ ανήκεν η βασιλεία και εις εμέ είχε στήσει πας ο Ισραήλ το πρόσωπον αυτού, διά να βασιλεύσω· η βασιλεία όμως εστράφη και έγεινε του αδελφού μου· διότι παρά Κυρίου έγεινεν εις αυτόν·
16 καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου καὶ εἶπεν αὐτῷ Βηρσαβεε λάλει
τώρα λοιπόν ζητώ μίαν αίτησιν παρά σού· μη αρνηθής ταύτην εις εμέ. Η δε είπε προς αυτόν, Λάλει.
17 καὶ εἶπεν αὐτῇ εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανῖτιν εἰς γυναῖκα
Και είπεν, Ειπέ, παρακαλώ, προς τον Σολομώντα τον βασιλέα, διότι δεν θέλει σοι αρνηθή τούτο, να δώση εις εμέ την Αβισάγ την Σουναμίτιν διά γυναίκα.
18 καὶ εἶπεν Βηρσαβεε καλῶς ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ
Και είπεν η Βηθ-σαβεέ, Καλώς· εγώ θέλω λαλήσει περί σου προς τον βασιλέα.
19 καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ
Και εισήλθεν η Βηθ-σαβεέ προς τον βασιλέα Σολομώντα, διά να λαλήση προς αυτόν περί του Αδωνίου. Και εσηκώθη ο βασιλεύς εις απάντησιν αυτής και προσεκύνησεν αυτήν· έπειτα εκάθησεν επί τον θρόνον αυτού, και ετέθη θρόνος εις την μητέρα του βασιλέως· και εκάθησεν εις τα δεξιά αυτού.
20 καὶ εἶπεν αὐτῷ αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς αἴτησαι μῆτερ ἐμή ὅτι οὐκ ἀποστρέψω σε
Και είπε, Μίαν μικράν αίτησιν ζητώ παρά σού· μη αρνηθής ταύτην εις εμέ. Και είπε προς αυτήν ο βασιλεύς, Ζήτησον, μήτηρ μου· διότι δεν θέλω σοι αρνηθή.
21 καὶ εἶπεν δοθήτω δὲ Αβισακ ἡ Σωμανῖτις τῷ Αδωνια τῷ ἀδελφῷ σου εἰς γυναῖκα
Η δε είπεν, Ας δοθή η Αβισάγ η Σουναμίτις εις τον Αδωνίαν τον αδελφόν σου διά γυναίκα.
22 καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ καὶ αὐτῷ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος
Και αποκριθείς ο βασιλεύς Σολομών είπε προς την μητέρα αυτού, Και διά τι συ ζητείς την Αβισάγ την Σουναμίτιν διά τον Αδωνίαν; ζήτησον δι' αυτόν και την βασιλείαν, διότι είναι μεγαλήτερός μου αδελφός· και δι' αυτόν και διά τον Αβιάθαρ τον ιερέα και διά τον Ιωάβ τον υιόν της Σερουΐας.
23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ τοῦ κυρίου λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον
Και ώμοσεν ο βασιλεύς Σολομών προς τον Κύριον, λέγων, Ούτω να κάμη ο Θεός εις εμέ και ούτω να προσθέση, εάν ο Αδωνίας δεν ελάλησε τον λόγον τούτον κατά της ζωής αυτού·
24 καὶ νῦν ζῇ κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον καθὼς ἐλάλησεν κύριος ὅτι σήμερον θανατωθήσεται Αδωνιας
και τώρα, ζη Κύριος, όστις με εστερέωσε και με εκάθισεν επί του θρόνου Δαβίδ του πατρός μου, και όστις έκαμεν εις εμέ οίκον, καθώς υπεσχέθη, σήμερον θέλει θανατωθή ο Αδωνίας.
25 καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Και εξαπέστειλεν ο βασιλεύς Σολομών διά χειρός του Βεναΐα, υιού του Ιωδαέ, και έπεσεν επ' αυτόν και απέθανε.
26 καὶ τῷ Αβιαθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ οὐ θανατώσω σε ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐνώπιον τοῦ πατρός μου καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἷς ἐκακουχήθη ὁ πατήρ μου
Προς δε τον Αβιάθαρ τον ιερέα είπεν ο βασιλεύς, Εις Αναθώθ ύπαγε, εις τους αγρούς σου· διότι είσαι άξιος θανάτου· αλλά την ημέραν ταύτην δεν θέλω σε θανατώσει, επειδή εσήκωσας την κιβωτόν Κυρίου του Θεού έμπροσθεν Δαβίδ του πατρός μου και επειδή εκακοπάθησας εις πάντα όσα εκακοπάθησεν ο πατήρ μου.
27 καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ κυρίου πληρωθῆναι τὸ ῥῆμα κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ηλι ἐν Σηλωμ
Και απέβαλεν ο Σολομών τον Αβιάθαρ από του να ήναι ιερεύς του Κυρίου· διά να πληρωθή ο λόγος του Κυρίου, τον οποίον ελάλησε περί του οίκου του Ηλεί εν Σηλώ.
28 καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ιωαβ τοῦ υἱοῦ Σαρουιας ὅτι Ιωαβ ἦν κεκλικὼς ὀπίσω Αδωνιου καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου
Και η φήμη ήλθε μέχρι του Ιωάβ· διότι ο Ιωάβ έκλινεν οπίσω του Αδωνίου, αν και δεν έκλινεν οπίσω του Αβεσσαλώμ. Και έφυγεν ο Ιωάβ εις την σκηνήν του Κυρίου και επιάσθη από των κεράτων του θυσιαστηρίου.
29 καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον καὶ εἶπεν Ιωαβ ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου καὶ ἔφυγον πρὸς κύριον καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν
Και απηγγέλθη προς τον βασιλέα Σολομώντα, Ότι ο Ιωάβ έφυγεν εις την σκηνήν του Κυρίου· και ιδού, είναι πλησίον του θυσιαστηρίου. Τότε απέστειλεν ο Σολομών Βεναΐαν τον υιόν του Ιωδαέ, λέγων, Ύπαγε, πέσον επ' αυτόν.
30 καὶ ἦλθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ τάδε λέγει ὁ βασιλεύς ἔξελθε καὶ εἶπεν Ιωαβ οὐκ ἐκπορεύομαι ὅτι ὧδε ἀποθανοῦμαι καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἶπεν τῷ βασιλεῖ λέγων τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι
Και ήλθεν ο Βεναΐας εις την σκηνήν του Κυρίου και είπε προς αυτόν, ούτω λέγει ο βασιλεύς· Έξελθε. Ο δε είπεν, Ουχί, αλλ' ενταύθα θέλω αποθάνει. Και ανέφερεν ο Βεναΐας απόκρισιν προς τον βασιλέα, λέγων, Ούτως είπεν ο Ιωάβ και ούτω μοι απεκρίθη.
31 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν Ιωαβ ἀπ’ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου
Ο δε βασιλεύς είπε προς αυτόν, Κάμε ως είπε, και πέσον επ' αυτόν και θάψον αυτόν· διά να εξαλείψης το αθώον αίμα, το οποίον έχυσεν ο Ιωάβ, απ' εμού και από του οίκου του πατρός μου·
32 καὶ ἀπέστρεψεν κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα
και ο Κύριος θέλει στρέψει το αίμα αυτού κατά της κεφαλής αυτού, όστις έπεσεν επί δύο άνδρας δικαιοτέρους και καλητέρους παρ' αυτόν, και εθανάτωσεν αυτούς διά ρομφαίας, μη ειδότος του πατρός μου Δαβίδ, τον Αβενήρ τον υιόν του Νηρ, τον αρχιστράτηγον του Ισραήλ, και τον Αμασά τον υιόν του Ιεθέρ, τον αρχιστράτηγον του Ιούδα·
33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα καὶ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ κυρίου
και θέλουσιν επιστρέψει τα αίματα αυτών κατά της κεφαλής του Ιωάβ και κατά της κεφαλής του σπέρματος αυτού, εις τον αιώνα· επί δε τον Δαβίδ και επί το σπέρμα αυτού και επί τον οίκον αυτού και επί τον θρόνον αυτού θέλει είσθαι ειρήνη παρά Κυρίου έως αιώνος.
34 καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ
Τότε ανέβη Βεναΐας ο υιός του Ιωδαέ, και έπεσεν επ' αυτόν και εθανάτωσεν αυτόν· και ετάφη εν τω οίκω αυτού εν τη ερήμω.
35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ’ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαθαρ
Και κατέστησεν ο βασιλεύς αντ' αυτού Βεναΐαν τον υιόν του Ιωδαέ επί του στρατεύματος· και Σαδώκ τον ιερέα κατέστησεν ο βασιλεύς αντί του Αβιάθαρ.
36 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεϊ καὶ εἶπεν αὐτῷ οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ
Και αποστείλας ο βασιλεύς εκάλεσε τον Σιμεΐ και είπε προς αυτόν, Οικοδόμησον εις σεαυτόν οίκον εν Ιερουσαλήμ και κατοίκει εκεί, και μη εξέλθης εκείθεν εις ουδέν μέρος·
37 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
διότι καθ' ην ημέραν εξέλθης και περάσης τον χείμαρρον Κέδρων, έξευρε βεβαίως ότι εξάπαντος θέλεις θανατωθή· το αίμα σου θέλει είσθαι επί την κεφαλήν σου.
38 καὶ εἶπεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας κύριέ μου βασιλεῦ οὕτω ποιήσει ὁ δοῦλός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη
Και είπεν ο Σιμεΐ προς τον βασιλέα, Καλός ο λόγος· καθώς είπεν ο κύριός μου ο βασιλεύς, ούτω θέλει κάμει ο δούλός σου. Και εκάθησεν ο Σιμεΐ εν Ιερουσαλήμ ημέρας πολλάς.
39 καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τῷ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεθ
Και μετά τρία έτη, δύο εκ των δούλων του Σιμεΐ εδραπέτευσαν προς τον Αγχούς, υιόν του Μααχά, τον βασιλέα της Γάθ· και ανήγγειλαν προς τον Σιμεΐ, λέγοντες, Ιδού, οι δούλοί σου είναι εν Γαθ.
40 καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεθ
Και ο Σιμεΐ εσηκώθη και έστρωσε την όνον αυτού και υπήγεν εις Γαθ προς τον Αγχούς, διά να ζητήση τους δούλους αυτού· και υπήγεν ο Σιμεΐ και έφερε τους δούλους αυτού από Γαθ.
41 καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ
Και απηγγέλθη προς τον Σολομώντα, ότι ο Σιμεΐ υπήγεν από Ιερουσαλήμ εις Γαθ και επέστρεψε.
42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἶπεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ιερουσαλημ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ
Και αποστείλας ο βασιλεύς εκάλεσε τον Σιμεΐ και είπε προς αυτόν, Δεν σε ώρκισα εις τον Κύριον και διεμαρτυρήθην προς σε, λέγων, Έξευρε βεβαίως, ότι καθ' ην ημέραν εξέλθης και περιπατήσης έξω οπουδήποτε, εξάπαντος θέλεις αποθάνει; και συ μοι είπας, Καλός ο λόγος, τον οποίον ήκουσα·
43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σοῦ
διά τι λοιπόν δεν εφύλαξας τον όρκον του Κυρίου και την προσταγήν, την οποίαν προσέταξα εις σε;
44 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου
Και είπεν ο βασιλεύς προς τον Σιμεΐ, Συ εξεύρεις όλην την κακίαν, την οποίαν γνωρίζει η καρδία σου, τι έπραξας εις τον Δαβίδ τον πατέρα μου· διά τούτο ο Κύριος έστρεψε την κακίαν σου κατά της κεφαλής σου·
45 καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα
ο δε βασιλεύς Σολομών θέλει είσθαι ευλογημένος, και ο θρόνος του Δαβίδ εστερεωμένος ενώπιον του Κυρίου έως αιώνος.
46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα
Τότε ο βασιλεύς προσέταξε Βεναΐαν τον υιόν του Ιωδαέ, όστις εξελθών έπεσεν επ' αυτόν, και απέθανε. Και η βασιλεία εστερεώθη εν τη χειρί του Σολομώντος.