< Παραλειπομένων Αʹ 6 >
1 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
Fils de Lévi: Gersom, Caath et Mérari.
2 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
Fils de Caath: Amram, Isaar et Oziel.
3 καὶ υἱοὶ Αμβραμ Ααρων καὶ Μωυσῆς καὶ Μαριαμ καὶ υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
Fils d’Amram: Aaron, Moïse et Marie. — Fils d’Aaron: Nadab, Abiu, Eléazar et Ithamar. —
4 Ελεαζαρ ἐγέννησεν τὸν Φινεες Φινεες ἐγέννησεν τὸν Αβισου
Eléazar engendra Phinées; Phinées engendra Abisué;
5 Αβισου ἐγέννησεν τὸν Βωκαι Βωκαι ἐγέννησεν τὸν Οζι
Abisué engendra Bocci; Bocci engendra Ozi;
6 Οζι ἐγέννησε τὸν Ζαραια Ζαραια ἐγέννησεν τὸν Μαριηλ
Ozi engendra Zaraïas; Zaraïas engendra Méraïoth;
7 καὶ Μαριηλ ἐγέννησεν τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
Méraïoth engendra Amarias; Amarias engendra Achitob;
8 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Αχιμαας
Achitob engendra Sadoc; Sadoc engendra Achimaas;
9 καὶ Αχιμαας ἐγέννησεν τὸν Αζαρια καὶ Αζαριας ἐγέννησεν τὸν Ιωαναν
Achimaas engendra Azarias; Azarias engendra Johanan;
10 καὶ Ιωανας ἐγέννησεν τὸν Αζαριαν οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ἐν Ιερουσαλημ
Johanan engendra Azarias: c’est lui qui exerça le sacerdoce dans la maison que Salomon bâtit à Jérusalem;
11 καὶ ἐγέννησεν Αζαρια τὸν Αμαρια καὶ Αμαρια ἐγέννησεν τὸν Αχιτωβ
Azarias engendra Amarias; Amarias engendra Achitob;
12 καὶ Αχιτωβ ἐγέννησεν τὸν Σαδωκ καὶ Σαδωκ ἐγέννησεν τὸν Σαλωμ
Achitob engendra Sadoc; Sadoc engendra Sellum;
13 καὶ Σαλωμ ἐγέννησεν τὸν Χελκιαν καὶ Χελκιας ἐγέννησεν τὸν Αζαρια
Sellum engendra Helcias; Helcias engendra Azarias;
14 καὶ Αζαριας ἐγέννησεν τὸν Σαραια καὶ Σαραιας ἐγέννησεν τὸν Ιωσαδακ
Azarias engendra Saraïas; Saraïas engendra Josédec.
15 καὶ Ιωσαδακ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ιουδα καὶ Ιερουσαλημ ἐν χειρὶ Ναβουχοδονοσορ
Josédec partit pour l’exil quand Yahweh fil emmener en captivité Juda et Jérusalem par l’intermédiaire de Nabuchodonosor.
16 υἱοὶ Λευι Γεδσων Κααθ καὶ Μεραρι
Fils de Lévi: Gersom, Caath et Mérari. —
17 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων Λοβενι καὶ Σεμεϊ
Voici les noms des fils de Gersom: Lobni et Séméï. —
18 υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
Fils de Caath: Amram, Isaar, Hébron et Oziel. —
19 υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι καὶ αὗται αἱ πατριαὶ τοῦ Λευι κατὰ πατριὰς αὐτῶν
Fils de Mérari: Moholi et Musi. Voici les familles de Lévi selon leurs pères:
20 τῷ Γεδσων τῷ Λοβενι υἱῷ αὐτοῦ Ιεεθ υἱὸς αὐτοῦ Ζεμμα υἱὸς αὐτοῦ
De Gersom: Lobni, son fils; Jahath, son fils; Zamma, son fils;
21 Ιωαχ υἱὸς αὐτοῦ Αδδι υἱὸς αὐτοῦ Ζαρα υἱὸς αὐτοῦ Ιεθρι υἱὸς αὐτοῦ
Joah, son fils; Addo, son fils; Zara, son fils; Jethraï, son fils. —
22 υἱοὶ Κααθ Αμιναδαβ υἱὸς αὐτοῦ Κορε υἱὸς αὐτοῦ Ασιρ υἱὸς αὐτοῦ
Fils de Caath: Aminadab, son fils; Coré, son fils; Asir, son fils;
23 Ελκανα υἱὸς αὐτοῦ καὶ Αβιασαφ υἱὸς αὐτοῦ Ασιρ υἱὸς αὐτοῦ
Elcana, son fils; Abiasaph, son fils; Asir, son fils;
24 Θααθ υἱὸς αὐτοῦ Ουριηλ υἱὸς αὐτοῦ Οζια υἱὸς αὐτοῦ Σαουλ υἱὸς αὐτοῦ
Thahath, son fils; Uriel, son fils; Ozias, son fils; Saül, son fils.
25 καὶ υἱοὶ Ελκανα Αμασι καὶ Αχιμωθ
Fils d’Elcana: Amasaï et Achimoth;
26 Ελκανα υἱὸς αὐτοῦ Σουφι υἱὸς αὐτοῦ καὶ Νααθ υἱὸς αὐτοῦ
Elcana, son fils; Sophaï, son fils; Nahath, son fils;
27 Ελιαβ υἱὸς αὐτοῦ Ιδαερ υἱὸς αὐτοῦ Ελκανα υἱὸς αὐτοῦ
Eliab, son fils; Jéroham, son fils; Elcana, son fils.
28 υἱοὶ Σαμουηλ ὁ πρωτότοκος Σανι καὶ Αβια
Fils de Samuel: le premier-né Vasséni, et Abia. —
29 υἱοὶ Μεραρι Μοολι Λοβενι υἱὸς αὐτοῦ Σεμεϊ υἱὸς αὐτοῦ Οζα υἱὸς αὐτοῦ
Fils de Mérari: Moholi; Lobni, son fils; Séméï, son fils; Oza, son fils;
30 Σομεα υἱὸς αὐτοῦ Αγγια υἱὸς αὐτοῦ Ασαια υἱὸς αὐτοῦ
Sammaa, son fils; Haggia, son fils; Asaïa, son fils.
31 καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ
Voici ceux que David établit pour diriger le chant dans la maison de Yahweh, depuis que l’arche eut un lieu de repos:
32 καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν
ils remplirent les fonctions de chantres devant la Demeure de la tente de réunion, jusqu’à ce que Salomon eût bâti la maison de Yahweh à Jérusalem, et ils se tenaient à leur service selon leur règlement. —
33 καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ
Voici ceux qui officiaient avec leurs fils: — D’entre les fils des Caathites: Héman, le chantre, fils de Joël, fils de Samuel,
34 υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε
fils d’Elcana, fils de Jéroham, fils d’Eliel, fils de Thohu,
35 υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ υἱοῦ Αμασιου
fils de Suph, fils d’Elcana, fils de Mahath, fils d’Amasaï,
36 υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια
fils d’Elcana, fils de Joël, fils d’Azarias, fils de Sophonias,
37 υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε
fils de Thahath, fils d’Asir, fils d’Abiasaph, fils de Coré,
38 υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ
fils d’Isaar, fils de Caath, fils de Lévi, fils d’Israël.
39 καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα
— Son frère Asaph, qui se tenait à sa droite: Asaph, fils de Barachias, fils de Samaa,
40 υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια
fils de Michaël, fils de Basaïas, fils de Melchias,
41 υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια
fils d’Athanaï, fils de Zara, fils d’Adaïa,
42 υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμεϊ
fils d’Ethan, fils de Zamma, fils de Séméï,
43 υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι
fils de Jeth, fils de Gersom, fils de Lévi.
44 καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ
— Fils de Mérari, leurs frères, à la gauche: Ethan, fils de Cusi, fils d’Abdi, fils de Maloch,
45 υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου
fils de Hasabias, fils d’Amasias, fils de Helcias,
46 υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ
fils d’Amasaï, fils de Boni, fils de Somer,
47 υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι
fils de Moholi, fils de Musi, fils de Mérari, fils de Lévi.
48 καὶ ἀδελφοὶ αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ
Leurs frères, les lévites, étaient chargés de tout le service du tabernacle de la maison de Yahweh.
49 καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ισραηλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ
Mais Aaron et ses fils brûlaient les victimes sur l’autel des holocaustes et l’encens sur l’autel des parfums; ils avaient à remplir tout le ministère du saint des saints, et à faire l’expiation pour Israël, selon tout ce qu’avait ordonné Moïse, serviteur de Dieu.
50 καὶ οὗτοι υἱοὶ Ααρων Ελεαζαρ υἱὸς αὐτοῦ Φινεες υἱὸς αὐτοῦ Αβισου υἱὸς αὐτοῦ
Voici les fils d’Aaron: Eléazar, son fils; Phinées, son fils; Abisué, son fils;
51 Βωκαι υἱὸς αὐτοῦ Οζι υἱὸς αὐτοῦ Ζαραια υἱὸς αὐτοῦ
Bocci, son fils; Ozi, son fils; Zaraïas, son fils;
52 Μαριηλ υἱὸς αὐτοῦ Αμαρια υἱὸς αὐτοῦ Αχιτωβ υἱὸς αὐτοῦ
Méraïoth, son fils; Amarias, son fils; Achitob, son fils;
53 Σαδωκ υἱὸς αὐτοῦ Αχιμαας υἱὸς αὐτοῦ
Sadoc, son fils; Achimaas, son fils.
54 καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ααρων τῇ πατριᾷ τοῦ Κααθι ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος
Voici leurs habitations, selon leurs enceintes, dans leurs territoires: — Aux fils d’Aaron, de la famille des Caathites, désignés les premiers par le sort,
55 καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρων ἐν γῇ Ιουδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς
on donna Hébron, dans le pays de Juda, et les pâturages qui l’entourent;
56 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλεβ υἱῷ Ιεφοννη
mais on donna le territoire de la ville et ses villages à Caleb, fils de Jéphoné.
57 καὶ τοῖς υἱοῖς Ααρων ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Χεβρων καὶ τὴν Λοβνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνα καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Εσθαμω καὶ τὰ περισπόρια αὐτῆς
On donna donc aux fils d’Aaron la ville de refuge Hébron, Lobna et ses pâturages,
58 καὶ τὴν Ιεθθαρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβιρ καὶ τὰ περισπόρια αὐτῆς
Jéther, Esthémo et ses pâturages, Hélon et ses pâturages, Dabir et ses pâturages,
59 καὶ τὴν Ασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ατταν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμυς καὶ τὰ περισπόρια αὐτῆς
Asan et ses pâturages, Bethsémès et ses pâturages;
60 καὶ ἐκ φυλῆς Βενιαμιν τὴν Γαβεε καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμεθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αγχωχ καὶ τὰ περισπόρια αὐτῆς πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν
de la tribu de Benjamin, Gabée et ses pâturages, Almath et ses pâturages, Anathoth et ses pâturages. Total de leurs villes: treize villes, d’après leurs familles.
61 καὶ τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασση κλήρῳ πόλεις δέκα
— Les autres fils de Caath eurent par le sort dix villes des familles de la tribu, de la demi-tribu de Manassé.
62 καὶ τοῖς υἱοῖς Γεδσων κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ισσαχαρ ἐκ φυλῆς Ασηρ ἐκ φυλῆς Νεφθαλι ἐκ φυλῆς Μανασση ἐν τῇ Βασαν πόλεις τρισκαίδεκα
Les fils de Gersom, d’après leurs familles, eurent treize villes de la tribu d’Issachar, de la tribu d’Aser, de la tribu de Nephthali et de la tribu de Manassé, en Basan.
63 καὶ τοῖς υἱοῖς Μεραρι κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ρουβην ἐκ φυλῆς Γαδ ἐκ φυλῆς Ζαβουλων κλήρῳ πόλεις δέκα δύο
Les fils de Mérari, d’après leurs familles, eurent par le sort douze villes de la tribu de Ruben, de la tribu de Gad et de la tribu de Zabulon.
64 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν
Les enfants d’Israël donnèrent aux Lévites les villes et leurs pâturages.
65 καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ιουδα καὶ ἐκ φυλῆς υἱῶν Συμεων τὰς πόλεις ταύτας ἃς ἐκάλεσεν αὐτὰς ἐπ’ ὀνόματος
Ils donnèrent par le sort, de la tribu des enfants de Juda, de la tribu des enfants de Siméon et de la tribu des enfants de Benjamin, ces villes qu’ils désignèrent par leurs noms.
66 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Κααθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Εφραιμ
Pour les autres familles des fils de Caath, les villes qui leur échurent furent de la tribu d’Ephraïm.
67 καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων τὴν Συχεμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Εφραιμ καὶ τὴν Γαζερ καὶ τὰ περισπόρια αὐτῆς
On leur donna: la ville de refuge Sichem et ses pâturages, dans la montagne d’Ephraïm, Gazer et ses pâturages,
68 καὶ τὴν Ιεκμααμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρων καὶ τὰ περισπόρια αὐτῆς
Jecmaam et ses pâturages, Bethoron et ses pâturages,
69 καὶ τὴν Εγλαμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμων καὶ τὰ περισπόρια αὐτῆς
Hélon et ses pâturages, Geth-Remmon et ses pâturages;
70 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση τὴν Αναρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιεβλααμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Κααθ τοῖς καταλοίποις
et de la demi-tribu de Manassé, Aner et ses pâturages, Balaam et ses pâturages: pour les familles des autres fils de Caath.
71 τοῖς υἱοῖς Γεδσων ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασση τὴν Γωλαν ἐκ τῆς Βασαν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ασηρωθ καὶ τὰ περισπόρια αὐτῆς
On donna aux fils de Gersom: de la famille de la demi-tribu de Manassé, Gaulon en Basan et ses pâturages, Astharoth et ses pâturages;
72 καὶ ἐκ φυλῆς Ισσαχαρ τὴν Κεδες καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερι καὶ τὰ περισπόρια αὐτῆς
de la tribu d’Issachar, Cédès et ses pâturages, Dabéreth et ses pâturages,
73 καὶ τὴν Δαβωρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αναμ καὶ τὰ περισπόρια αὐτῆς
Ramoth et ses pâturages, Anem et ses pâturages;
74 καὶ ἐκ φυλῆς Ασηρ τὴν Μασαλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Αβαραν καὶ τὰ περισπόρια αὐτῆς
de la tribu d’Aser, Masal et ses pâturages, Abdon et ses pâturages,
75 καὶ τὴν Ικακ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ροωβ καὶ τὰ περισπόρια αὐτῆς
Hucac et ses pâturages, Rohob et ses pâturages;
76 καὶ ἀπὸ φυλῆς Νεφθαλι τὴν Κεδες ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαιμ καὶ τὰ περισπόρια αὐτῆς
et de la tribu de Nephthali, Cédès en Galilée et ses pâturages, Hamon et ses pâturages, et Cariathaïm et ses pâturages.
77 τοῖς υἱοῖς Μεραρι τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλων τὴν Ρεμμων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχια καὶ τὰ περισπόρια αὐτῆς
On donna au reste des Lévites, aux fils de Mérari: de la tribu de Zabulon, Remmono et ses pâturages, Thabor et ses pâturages;
78 καὶ ἐκ τοῦ πέραν τοῦ Ιορδάνου Ιεριχω κατὰ δυσμὰς τοῦ Ιορδάνου ἐκ φυλῆς Ρουβην τὴν Βοσορ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιασα καὶ τὰ περισπόρια αὐτῆς
de l’autre côté du Jourdain, vis-à-vis de Jéricho, à l’orient du Jourdain: de la tribu de Ruben, Bosor, au désert, et ses pâturages, Jassa et ses pâturages,
79 καὶ τὴν Καδημωθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφααθ καὶ τὰ περισπόρια αὐτῆς
Cadémoth et ses pâturages, Méphaat et ses pâturages;
80 καὶ ἐκ φυλῆς Γαδ τὴν Ραμωθ Γαλααδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναιμ καὶ τὰ περισπόρια αὐτῆς
et de la tribu de Gad, Ramoth en Galaad et ses pâturages, Manaïm, et ses pâturages,
81 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτῆς
Hésebon et ses pâturages, Jézer et ses pâturages.