< Παραλειπομένων Αʹ 14 >
1 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον
Ο δε Χειράμ βασιλεύς της Τύρου απέστειλε πρέσβεις προς τον Δαβίδ, και ξύλα κέδρινα και κτίστας και ξυλουργούς, διά να οικοδομήσωσιν οίκον εις αυτόν.
2 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ισραηλ ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ
Και εγνώρισεν ο Δαβίδ, ότι ο Κύριος κατέστησεν αυτόν βασιλέα επί τον Ισραήλ, διότι η βασιλεία αυτού υψώθη εις ύψος, διά τον λαόν αυτού Ισραήλ.
3 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας ἐν Ιερουσαλημ καὶ ἐτέχθησαν Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες
Και έλαβεν ο Δαβίδ έτι γυναίκας εν Ιερουσαλήμ· και εγέννησεν έτι ο Δαβίδ υιούς και θυγατέρας.
4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Ισοβααμ Ναθαν Σαλωμων
Ταύτα δε είναι τα ονόματα των τέκνων, τα οποία εγεννήθησαν εις αυτόν εν Ιερουσαλήμ· Σαμμουά και Σωβάβ, Νάθαν και Σολομών
5 καὶ Ιβααρ καὶ Ελισαε καὶ Ελιφαλετ
και Ιεβάρ και Ελισουά και Ελφαλέτ
6 καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουου
και Νωγά και Νεφέγ και Ιαφιά
7 καὶ Ελισαμαε καὶ Βαλεγδαε καὶ Ελιφαλετ
και Ελισαμά και Βεελιαδά και Ελιφαλέτ.
8 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυιδ βασιλεὺς ἐπὶ πάντα Ισραηλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυιδ καὶ ἤκουσεν Δαυιδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς
Ακούσαντες δε οι Φιλισταίοι ότι ο Δαβίδ εχρίσθη βασιλεύς επί πάντα τον Ισραήλ, ανέβησαν πάντες οι Φιλισταίοι να ζητήσωσι τον Δαβίδ. Και ο Δαβίδ ακούσας, εξήλθεν εναντίον αυτών.
9 καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων
Και ήλθον οι Φιλισταίοι και διεχύθησαν εις την κοιλάδα Ραφαείμ.
10 καὶ ἠρώτησεν Δαυιδ διὰ τοῦ θεοῦ λέγων εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ κύριος ἀνάβηθι καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου
Και ηρώτησεν ο Δαβίδ τον Θεόν, λέγων, να αναβώ εναντίον των Φιλισταίων; και θέλεις παραδώσει συ αυτούς εις την χείρα μου; Και ο Κύριος απεκρίθη προς αυτόν, Ανάβα· διότι θέλω παραδώσει αυτούς εις την χείρα σου.
11 καὶ ἀνέβη εἰς Βααλφαρασιν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυιδ καὶ εἶπεν Δαυιδ διέκοψεν ὁ θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ φαρασιν
Και ανέβησαν εις Βάαλ-φερασείμ· και εκεί επάταξεν αυτούς ο Δαβίδ. Τότε είπεν ο Δαβίδ, Ο Θεός διέκοψε τους εχθρούς μου διά χειρός μου, καθώς διακόπτονται τα ύδατα· διά τούτο εκάλεσαν το όνομα του τόπου εκείνου Βάαλ-φερασείμ.
12 καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ εἶπεν Δαυιδ κατακαῦσαι αὐτοὺς ἐν πυρί
Και εκεί κατέλιπον τους θεούς αυτών· και ο Δαβίδ προσέταξε και κατεκαύθησαν εν πυρί.
13 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων
Οι δε Φιλισταίοι και πάλιν διεχύθησαν εις την κοιλάδα·
14 καὶ ἠρώτησεν Δαυιδ ἔτι ἐν θεῷ καὶ εἶπεν αὐτῷ ὁ θεός οὐ πορεύσῃ ὀπίσω αὐτῶν ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων
όθεν πάλιν ηρώτησεν ο Δαβίδ τον Θεόν· και ο Θεός είπε προς αυτόν, Μη αναβής οπίσω αυτών· αλλά στρέψον απ' αυτών και ύπαγε επ' αυτούς απέναντι των συκαμίνων.
15 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων
Και όταν ακούσης θόρυβον διαβάσεως επί των κορυφών των συκαμίνων, τότε θέλεις εξέλθει εις την μάχην· διότι ο Θεός θέλει εξέλθει έμπροσθέν σου, διά να πατάξη το στρατόπεδον των Φιλισταίων.
16 καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαων ἕως Γαζαρα
Και έκαμεν ο Δαβίδ καθώς προσέταξεν εις αυτόν ο Θεός· και επάταξαν το στρατόπεδον των Φιλισταίων από Γαβαών έως Γεζέρ.
17 καὶ ἐγένετο ὄνομα Δαυιδ ἐν πάσῃ τῇ γῇ καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη
Και το όνομα του Δαβίδ εξήλθεν εις πάντας τους τόπους· και ο Κύριος επέφερε τον φόβον αυτού επί πάντα τα έθνη.