< Προς Ρωμαιους 16 >

1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
I commend to you our sister Phoebe, who is a minister of the church at Cenchrae.
2 ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ.
I beg you to give her a Christian welcome, as the saints should; and to assist her in any matter in which she may have need of you. For she herself has been made an overseer to many people, including myself.
3 Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
Salute Priscilla and Aquila, my fellow laborers in the cause of Jesus Christ,
4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν.
who risked their own lives to save mine; who are thanked not only by me,
5 ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
but by all the churches among the Gentiles. Salute likewise the church that meets in their home. Salute Epaenetus, my dearly beloved, the first man in Roman Asia to believe in Christ.
6 ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς.
Salute Mary, who toiled terribly for you;
7 ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.
and Andronicus and Junia, my kinsfolk and fellow prisoners, who are notable among the apostles, and who became Christians before I did.
8 ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν Κυρίῳ.
Salute Amplias, my beloved in the Lord;
9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
and Urbanus, my fellow toiler in Christ; and Stachys, my dear, dear friend.
10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
Salute Apellas, tested and tried in Christ, and the household of Aristobulus,
11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν Κυρίῳ.
and Herodion, my kinsman. Salute the believing members of the household of Narcissus.
12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν Κυρίῳ.
Salute Trypheana and Tryphosa, who are ever toiling in the Lord. Salute dear Persis, who has toiled terribly in the Lord’s service.
13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
Salute Rufus, the chosen in the Lord, and his mother and mine.
14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
Salute Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brothers who are associated with them.
15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
Salute Philologus and Julia, Nereus and his sister, Olympas, and all the saints associated with them.
16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.
Salute one another with a holy kiss. All the churches of Christ salute you.
17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾽ αὐτῶν·
I exhort you, brothers, to keep watch of those who are causing the divisions among you, and occasions of stumbling, contrary to the teaching which you have learned.
18 οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν [Ἰησοῦ] Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων·
Turn away from them. For men of that stamp are not the slaves of Christ, but are slaves to their own appetites. By their smooth and fair speech they beguile the hearts of the innocent.
19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
I say this, for the tidings of your obedience have been told throughout the world. On your own behalf, then, I rejoice; but I want you to be wise unto the good, but innocents in evil.
20 ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.
The God of peace will soon crush Satan under your feet. The grace of our Lord Jesus Christ be with you.
21 Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
Timothy, my fellow worker, salutes you; so do my fellow countrymen Lucius, Jason, and Sosipater.
22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ.
I, Tertius, who write this letter, salute you in the Lord.
23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
Gaius, my host, and the host of the church, salutes you. Erastus, the treasurer of the city, salutes you, and so does brother Quartus.
24 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.
The grace of our Lord Jesus Christ be with you all!
25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, (aiōnios g166)
Now I commend you to Him who is able to keep you stedfast, according to my gospel, and the proclamation of Jesus Christ, whereby is unveiled the secret truth which was kept secret through immemorial ages, (aiōnios g166)
26 φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, (aiōnios g166)
but now has been brought to light, and by command of the eternal God made known to the Gentiles by the scriptures of the Prophets, so that the Gentiles might hold obedience of the faith. (aiōnios g166)
27 μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. (aiōn g165)
Unto Him, the only wise God, through Jesus Christ, be glory forever. Amen. (aiōn g165)

< Προς Ρωμαιους 16 >