< Αποκαλυψις Ιωαννου 2 >

1 Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
To the angel of the Church in Ephesus, write. These are the words of Him who holds the seven stars in his right hand, and who walks among the seven golden candlesticks.
2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
I know your works and your toil and stedfastness, and that you cannot endure evil men, and that you tested those who called themselves apostles, though they are not, and how you found them false.
3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας.
You are holding fast, and have borne up for my names’s sake, and have not grown weary.
4 ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
But I have this against you, that you have left your first love.
5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
Remember whence you have fallen, and turn again, and do your first works. Otherwise I am coming to you and will remove your candlestick out of its place, unless you repent.
6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
But this you have, that you hate the works of the Nicolaitans, which I hate.
7 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου.
He who has an ear, let him listen to what the Spirit is saying to the churches. To him that overcomes, to him will I give to eat from the tree of life which is in the garden of God.
8 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
And unto the angel of the Church in Smyrna, write. These are the words of the First and the Last, he who died and has returned to life.
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.
I know your persecution and your poverty - but you are rich! I know the reviling of those who say that they themselves are Jews, when they are not, but are a synagogue of Satan.
10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ [δὴ] μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
Fear not what you are about to suffer! Behold, the devil is indeed going to put some of you in prison, that you may be tested, and you will have persecution for ten days. Be faithful even unto death, and I will give you the crown of life.
11 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
Let him who has ears, listen to what the Spirit is saying to the churches. He that overcomes shall not be hurt of the second death.
12 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
And to the angel of the Church in Pergamum, write These are the words of Him who holds the sharp two-edged sword.
13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ὅπου ὁ θρόνος τοῦ σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου [καὶ] ἐν ταῖς ἡμέραις αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ.
I know where you dwell, where the throne of Satan is; and yet you are holding fast my name, and you have not denied my faith, even in the days of Antipas, my witness, my faithful one, who was slain among you, where Satan has his dwelling.
14 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
But I have a few things against you, because you have there some who hold to the teaching of Balaam, who taught Balak to put a stumbling- block before the sons of Israel, to eat food offered to idols, and to practise immorality.
15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
So you have also some who hold the teaching of the Nicolaitans.
16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
Repent; if you do not I will very soon come to you, and will make war upon them with the sword of my mouth.
17 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
He who has ears, let him listen to what the Spirit is saying to the churches. To him that overcomes I will give of the hidden manna, and I will give him a white stone, and upon the stone a new name written, which no man knows, but he that receives it.
18 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
And to the angel of the Church in Thyatira, write. These are the words of the Son of God, who has his eyes like a flame of fire, and his feet like burnished brass.
19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
I know your works and your love and faith and service and endurance; I know that your last works are more than the first.
20 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
But I have this against you, that you are tolerating that woman Jezebel, who calls herself a prophetess, and she is teaching and leading my slaves astray, leading them to practise immorality, and to eat food which has been sacrificed to idols.
21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
I have given her time for repentance; but she is determined not to turn from her immorality.
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς,
Behold, I will lay her on a sick bed, and bring great distress upon those who have committed adultery with her, unless they turn away from her works.
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
And moreover, her children will I kill with pestilence. And all the churches shall know that I am he who searches the hearts and souls of men. I will give to each of you according to his works.
24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος·
But to the rest of you in Thyatira, those who do not hold his teaching, and who do not know the "deep things" of Satan (as they call them),
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
I say that I am imposing upon you no fresh burden; only hold fast what you have till I come.
26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
To him that overcomes and perseveres in my works to the end, will I give authority over the nations.
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
And he shall shepherd them with a rod of iron, shattering them like earthen vessels (as I myself have received from my Father),
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
and I will give him the Morning Star."
29 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Let him who has an ear, listen to what the Spirit is saying to the churches.

< Αποκαλυψις Ιωαννου 2 >