< Αποκαλυψις Ιωαννου 12 >

1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα,
پس از آن، منظرهٔ عجیبی در آسمان دیده شد که از رویداد مهمی خبر می‌داد: زنی را دیدم که آفتاب را مانند لباس به تن کرده بود و در زیر پاهایش ماه قرار داشت و بر سرش تاجی با دوازده ستاره بود.
2 καὶ ἐν γαστρὶ ἔχουσα ἔκραζεν ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν.
زن، آبستن بود و از درد زایمان می‌نالید و برای زاییدن دقیقه شماری می‌کرد.
3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα,
ناگهان، اژدهای سرخی ظاهر شد که هفت سر، هفت تاج و ده شاخ داشت.
4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ.
او با دُمش یک سوم ستارگان را به دنبال خود کشید و بر زمین ریخت. اژدها در مقابل زن که در حال زاییدن بود، ایستاد تا نوزاد او را ببلعد.
5 καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ.
زن، پسری به دنیا آورد. این پسر با عصای آهنین بر تمام قومها فرمان خواهد راند. پس وقتی پسر به دنیا آمد، از دست اژدها ربوده شد و به سوی خدا و تخت او بالا برده شد.
6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
اما مادرش به بیابان فرار کرد. خدا آنجا را برای او آماده کرده بود تا به مدت هزار و دویست و شصت روز از او مراقبت شود.
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ — [τοῦ] πολεμῆσαι μετὰ τοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ,
سپس در آسمان جنگی روی داد. میکائیل و فرشتگان زیر فرمان او با اژدها و فرشتگان او جنگیدند.
8 καὶ οὐκ ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ.
اژدها شکست خورد و همراه فرشتگانش از آسمان رانده شد.
9 καὶ ἐβλήθη ὁ δράκων, — ὁ ὄφις ὁ μέγας ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ [ὁ] Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν.
بله، این اژدهای بزرگ، یعنی آن مار قدیمی که اسمش ابلیس یا شیطان است و همان کسی است که تمام مردم دنیا را فریب می‌دهد، با تمام دار و دسته‌اش بر زمین افکنده شد.
10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν· ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.
آنگاه در آسمان صدایی بلند شنیدم که اعلام می‌کرد: «زمان نجات و قدرت و سلطنت خدا و حکومت بر حق مسیح او رسیده است! چون مدعی برادران ما که روز و شب در پیشگاه خدای ما به برادران ما تهمت می‌زد، سقوط کرد.
11 καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
برادران ما با خون”برّه“و با بیان حقیقت، بر او پیروز شدند. ایشان جانشان را دریغ نداشتند بلکه آن را در راه خدمت خدا نثار کردند.
12 διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.
پس ای آسمانها، شادی کنید! ای ساکنان آسمان، شاد باشید! اما وای بر تو ای زمین، وای بر تو ای دریا، زیرا ابلیس با خشم زیاد به سراغ شما آمده است، چون می‌داند که فرصت زیادی ندارد.»
13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξε τὴν γυναῖκα ἥτις ἔτεκε τὸν ἄρρενα.
وقتی اژدها دید که به زمین افتاده است، دست آزار به سوی زنی که پسر را زاییده بود دراز کرد.
14 καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
اما به زن دو بال عقاب بزرگ داده شد تا به بیابان پرواز کند، و در آنجا سه سال و نیم از گزند مار که همان اژدهاست، در امان باشد.
15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸς ὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.
ناگاه از دهان مار، سیل آب به سوی زن جاری شد تا او را در کام خود فرو برد.
16 καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.
اما زمین به یاری زن شتافت و دهان باز کرد و سیل را فرو برد.
17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθε ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.
آنگاه اژدها بر زن خشم گرفت و رفت تا با بقیهٔ فرزندان او بجنگد. فرزندان آن زن همان کسانی هستند که فرمان خدا را اطاعت می‌کنند و به حقیقتی که به وسیلهٔ عیسی آشکار شده، پایبند می‌باشند.

< Αποκαλυψις Ιωαννου 12 >