< Προς Φιλιππησιους 1 >
1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
παυλος και τιμοθεος δουλοι χριστου ιησου πασιν τοις αγιοις εν χριστω ιησου τοις ουσιν εν φιλιπποις συν επισκοποις και διακονοις
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
ευχαριστω τω θεω μου επι παση τη μνεια υμων
4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος
παντοτε εν παση δεησει μου υπερ παντων υμων μετα χαρας την δεησιν ποιουμενος
5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
επι τη κοινωνια υμων εις το ευαγγελιον απο της πρωτης ημερας αχρι του νυν
6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ,
πεποιθως αυτο τουτο οτι ο εναρξαμενος εν υμιν εργον αγαθον επιτελεσει αχρις ημερας {VAR1: ιησου χριστου } {VAR2: χριστου ιησου }
7 καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
καθως εστιν δικαιον εμοι τουτο φρονειν υπερ παντων υμων δια το εχειν με εν τη καρδια υμας εν τε τοις δεσμοις μου και εν τη απολογια και βεβαιωσει του ευαγγελιου συγκοινωνους μου της χαριτος παντας υμας οντας
8 μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ.
μαρτυς γαρ μου ο θεος ως επιποθω παντας υμας εν σπλαγχνοις χριστου ιησου
9 καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
και τουτο προσευχομαι ινα η αγαπη υμων ετι μαλλον και μαλλον περισσευη εν επιγνωσει και παση αισθησει
10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
εις το δοκιμαζειν υμας τα διαφεροντα ινα ητε ειλικρινεις και απροσκοποι εις ημεραν χριστου
11 πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
πεπληρωμενοι καρπον δικαιοσυνης τον δια ιησου χριστου εις δοξαν και επαινον θεου
12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
γινωσκειν δε υμας βουλομαι αδελφοι οτι τα κατ εμε μαλλον εις προκοπην του ευαγγελιου εληλυθεν
13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι,
ωστε τους δεσμους μου φανερους εν χριστω γενεσθαι εν ολω τω πραιτωριω και τοις λοιποις πασιν
14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.
και τους πλειονας των αδελφων εν κυριω πεποιθοτας τοις δεσμοις μου περισσοτερως τολμαν αφοβως τον λογον {VAR1: του θεου } λαλειν
15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
τινες μεν και δια φθονον και εριν τινες δε και δι ευδοκιαν τον χριστον κηρυσσουσιν
16 οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου·
οι μεν εξ αγαπης ειδοτες οτι εις απολογιαν του ευαγγελιου κειμαι
17 οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.
οι δε εξ εριθειας τον χριστον καταγγελλουσιν ουχ αγνως οιομενοι θλιψιν εγειρειν τοις δεσμοις μου
18 τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι·
τι γαρ πλην οτι παντι τροπω ειτε προφασει ειτε αληθεια χριστος καταγγελλεται και εν τουτω χαιρω αλλα και χαρησομαι
19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ,
οιδα γαρ οτι τουτο μοι αποβησεται εις σωτηριαν δια της υμων δεησεως και επιχορηγιας του πνευματος ιησου χριστου
20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
κατα την αποκαραδοκιαν και ελπιδα μου οτι εν ουδενι αισχυνθησομαι αλλ εν παση παρρησια ως παντοτε και νυν μεγαλυνθησεται χριστος εν τω σωματι μου ειτε δια ζωης ειτε δια θανατου
21 Ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
εμοι γαρ το ζην χριστος και το αποθανειν κερδος
22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
ει δε το ζην εν σαρκι τουτο μοι καρπος εργου και τι αιρησομαι ου γνωριζω
23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ [γὰρ] μᾶλλον κρεῖσσον·
συνεχομαι δε εκ των δυο την επιθυμιαν εχων εις το αναλυσαι και συν χριστω ειναι πολλω {VAR1: γαρ } {VAR2: [γαρ] } μαλλον κρεισσον
24 τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς.
το δε επιμενειν {VAR2: [εν] } τη σαρκι αναγκαιοτερον δι υμας
25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
και τουτο πεποιθως οιδα οτι μενω και παραμενω πασιν υμιν εις την υμων προκοπην και χαραν της πιστεως
26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ [Ἰησοῦ] ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
ινα το καυχημα υμων περισσευη εν χριστω ιησου εν εμοι δια της εμης παρουσιας παλιν προς υμας
27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
μονον αξιως του ευαγγελιου του χριστου πολιτευεσθε ινα ειτε ελθων και ιδων υμας ειτε απων ακουω τα περι υμων οτι στηκετε εν ενι πνευματι μια ψυχη συναθλουντες τη πιστει του ευαγγελιου
28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ·
και μη πτυρομενοι εν μηδενι υπο των αντικειμενων ητις εστιν αυτοις ενδειξις απωλειας υμων δε σωτηριας και τουτο απο θεου
29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, —
οτι υμιν εχαρισθη το υπερ χριστου ου μονον το εις αυτον πιστευειν αλλα και το υπερ αυτου πασχειν
30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
τον αυτον αγωνα εχοντες οιον ειδετε εν εμοι και νυν ακουετε εν εμοι