< Κατα Ματθαιον 4 >

1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου,
Tad Jēzus no Tā Gara tapa aizvests tuksnesī, ka no velna taptu kārdināts.
2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε.
Un kad Viņš četrdesmit dienas un četrdesmit naktis bija gavējis, tad Viņam gribējās ēst.
3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Un tas kārdinātājs piestājās pie Viņa un sacīja: “Ja Tu esi Dieva Dēls, tad saki, lai šie akmeņi top par maizi.”
4 ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
Un Viņš atbildēja un sacīja: “Stāv rakstīts: “Cilvēks nedzīvo no maizes vien, bet no ikkatra vārda, kas iziet no Dieva mutes.””
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
Tad velns Viņu noveda sev līdz uz to svēto pilsētu un Viņu cēla pašā Dieva nama jumta galā.
6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Un uz Viņu sacīja: “Ja Tu esi Dieva Dēls, tad nolaidies zemē! Jo stāv rakstīts: “Viņš Saviem eņģeļiem par Tevi pavēlēs, un tie Tevi uz rokām nesīs, ka Tu Savu kāju pie akmens nepiedauzīsi.””
7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
Tad Jēzus uz to sacīja: “Atkal stāv rakstīts: “Dievu, savu Kungu, tev nebūs kārdināt.””
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
Atkal velns to veda sev līdz uz ļoti augstu kalnu un Viņam rādīja visas pasaules valstis un viņu godību,
9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
Un uz To sacīja: “To visu es Tev gribu dot, ja Tu zemē mezdamies mani pielūgsi.”
10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Tad Jēzus uz to sacīja: “Atkāpies, sātan! Jo stāv rakstīts: “Tev būs pielūgt Dievu, savu Kungu, un Viņam vien kalpot.””
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Tad velns Viņu atstāja. Un redzi, eņģeļi pie Viņa piestājās un Viņam kalpoja.
12 Ἀκούσας δὲ [ὁ Ἰησοῦς] ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν,
Bet Jēzus dzirdējis, Jāni esam nodotu, atkal gāja uz Galileju.
13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,
Un Nacareti atstājis, Viņš nāca un mājoja Kapernaūmā, jūrmalas pilsētā Zebulona un Naftalus robežās,
14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
Ka piepildītos, kas ir runāts caur pravieti Jesaju, kas tā saka:
15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
“Zebulona zeme un Naftalus zeme uz jūrmalas pusi, AizJardāne, pagānu Galileja,
16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
Tie ļaudis, kas tumsībā sēž, redzējuši lielu gaišumu, un tiem, kas sēž nāves zemē un ēnā, gaisma uzlēkusi.”
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
No tā laika Jēzus iesāka sludināt un sacīt: “Atgriežaties no grēkiem, jo Debesu valstība tuvu klāt nākusi.”
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·
Un staigādams pie Galilejas jūras, Jēzus ieraudzīja divus brāļus, Sīmani, kas nosaukts Pēteris, un Andreju, viņa brāli, tīklu jūrā metam, jo tie bija zvejnieki.
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Un Viņš uz tiem sacīja: “Nāciet Man pakaļ, Es jūs darīšu par cilvēku zvejniekiem.”
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
Un tūdaļ savus tīklus atstājuši, tie Viņam gāja pakaļ.
21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
Un no turienes tālāki gājis, Viņš ieraudzīja citus divus brāļus, Jēkabu, Cebedeja dēlu, un Jāni, viņa brāli, laivā ar savu tēvu Cebedeju savus tīklus lāpam, un Viņš tos sauca.
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
Tad tie tūdaļ to laivu un savu tēvu atstājuši, Viņam gāja pakaļ.
23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Un Jēzus izstaigāja visu Galileju, mācīdams viņu baznīcās un sludinādams to priecas mācību no tās valstības un dziedinādams tiem ļaudīm visas slimības un visas vājības.
24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·
Un Viņa slava izpaudās pa visu Sīriju, un pie Viņa atnesa visus neveselus, no dažādām sērgām un sāpēm pārņemtus un velna apsēstus un mēnessērdzīgus un melmeņu sērdzīgus, un Viņš tos darīja veselus.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
Un daudz ļaužu Viņam gāja pakaļ no Galilejas un no tām desmit pilsētām un no Jeruzālemes un no Jūdu zemes un no viņpus Jardānes.

< Κατα Ματθαιον 4 >