< Κατα Ματθαιον 19 >
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
και εγενετο οτε ετελεσεν ο ιησουσ τουσ λογουσ τουτουσ μετηρεν απο τησ γαλιλαιασ και ηλθεν εισ τα ορια τησ ιουδαιασ περαν του ιορδανου
2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτουσ εκει
3 Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες αὐτῷ· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
και προσηλθον αυτω οι φαρισαιοι πειραζοντεσ αυτον και λεγοντεσ αυτω ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν
4 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν,
ο δε αποκριθεισ ειπεν αυτοισ ουκ ανεγνωτε οτι ο ποιησασ απ αρχησ αρσεν και θηλυ εποιησεν αυτουσ
5 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
και ειπεν ενεκεν τουτου καταλειψει ανθρωποσ τον πατερα και την μητερα και προσκολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εισ σαρκα μιαν
6 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεοσ συνεζευξεν ανθρωποσ μη χωριζετω
7 λέγουσιν αὐτῷ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;
λεγουσιν αυτω τι ουν μωσησ ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι αυτην
8 λέγει αὐτοῖς· ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω.
λεγει αυτοισ οτι μωσησ προσ την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τασ γυναικασ υμων απ αρχησ δε ου γεγονεν ουτωσ
9 λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
λεγω δε υμιν οτι οσ αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται και ο απολελυμενην γαμησασ μοιχαται
10 λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
λεγουσιν αυτω οι μαθηται αυτου ει ουτωσ εστιν η αιτια του ανθρωπου μετα τησ γυναικοσ ου συμφερει γαμησαι
11 ὁ δὲ εἶπεν αὐτοῖς· οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ᾽ οἷς δέδοται·
ο δε ειπεν αυτοισ ου παντεσ χωρουσιν τον λογον τουτον αλλ οισ δεδοται
12 εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω. καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
εισιν γαρ ευνουχοι οιτινεσ εκ κοιλιασ μητροσ εγεννηθησαν ουτωσ και εισιν ευνουχοι οιτινεσ ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινεσ ευνουχισαν εαυτουσ δια την βασιλειαν των ουρανων ο δυναμενοσ χωρειν χωρειτω
13 Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
τοτε προσηνεχθη αυτω παιδια ινα τασ χειρασ επιθη αυτοισ και προσευξηται οι δε μαθηται επετιμησαν αυτοισ
14 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
ο δε ιησουσ ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προσ με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων
15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
και επιθεισ αυτοισ τασ χειρασ επορευθη εκειθεν
16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; (aiōnios )
και ιδου εισ προσελθων ειπεν αυτω διδασκαλε αγαθε τι αγαθον ποιησω ινα εχω ζωην αιωνιον (aiōnios )
17 ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.
ο δε ειπεν αυτω τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ ει δε θελεισ εισελθειν εισ την ζωην τηρησον τασ εντολασ
18 λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,
λεγει αυτω ποιασ ο δε ιησουσ ειπεν το ου φονευσεισ ου μοιχευσεισ ου κλεψεισ ου ψευδομαρτυρησεισ
19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
τιμα τον πατερα και την μητερα και αγαπησεισ τον πλησιον σου ωσ σεαυτον
20 λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;
λεγει αυτω ο νεανισκοσ παντα ταυτα εφυλαξαμην εκ νεοτητοσ μου τι ετι υστερω
21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
εφη αυτω ο ιησουσ ει θελεισ τελειοσ ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
ακουσασ δε ο νεανισκοσ τον λογον απηλθεν λυπουμενοσ ην γαρ εχων κτηματα πολλα
23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ο δε ιησουσ ειπεν τοισ μαθηταισ αυτου αμην λεγω υμιν οτι δυσκολωσ πλουσιοσ εισελευσεται εισ την βασιλειαν των ουρανων
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματοσ ραφιδοσ διελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν
25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι;
ακουσαντεσ δε οι μαθηται αυτου εξεπλησσοντο σφοδρα λεγοντεσ τισ αρα δυναται σωθηναι
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.
εμβλεψασ δε ο ιησουσ ειπεν αυτοισ παρα ανθρωποισ τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
τοτε αποκριθεισ ο πετροσ ειπεν αυτω ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν
28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
ο δε ιησουσ ειπεν αυτοισ αμην λεγω υμιν οτι υμεισ οι ακολουθησαντεσ μοι εν τη παλιγγενεσια οταν καθιση ο υιοσ του ανθρωπου επι θρονου δοξησ αυτου καθισεσθε και υμεισ επι δωδεκα θρονουσ κρινοντεσ τασ δωδεκα φυλασ του ισραηλ
29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. (aiōnios )
και πασ οσ αφηκεν οικιασ η αδελφουσ η αδελφασ η πατερα η μητερα η γυναικα η τεκνα η αγρουσ ενεκεν του ονοματοσ μου εκατονταπλασιονα ληψεται και ζωην αιωνιον κληρονομησει (aiōnios )
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι