< Κατα Μαρκον 12 >

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε.
پس به مثل‌ها به ایشان آغاز سخن نمودکه «شخصی تاکستانی غرس نموده، حصاری گردش کشید و چرخشتی بساخت وبرجی بنا کرده، آن را به دهقانان سپرد و سفر کرد.۱
2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος.
و در موسم، نوکری نزد دهقانان فرستاد تا ازمیوه باغ از باغبانان بگیرد.۲
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
اما ایشان او را گرفته، زدند و تهی‌دست روانه نمودند.۳
4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον.
باز نوکری دیگرنزد ایشان روانه نمود. او را نیز سنگسار کرده، سراو را شکستند و بی‌حرمت کرده، برگردانیدندش.۴
5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
پس یک نفر دیگر فرستاده، او را نیز کشتند و بسادیگران را که بعضی را زدند و بعضی را به قتل رسانیدند.۵
6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.
و بالاخره یک پسر حبیب خود راباقی داشت. او را نزد ایشان فرستاده، گفت: پسرمرا حرمت خواهند داشت.۶
7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
لیکن دهقانان با خودگفتند: این وارث است؛ بیایید او را بکشیم تامیراث از آن ما گردد.۷
8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
پس او را گرفته، مقتول ساختند و او را بیرون از تاکستان افکندند.۸
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
پس صاحب تاکستان چه خواهد کرد؟ او خواهدآمد و آن باغبان را هلاک ساخته، باغ را به دیگران خواهد سپرد.۹
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
آیا این نوشته رانخوانده‌اید: سنگی که معمارانش رد کردند، همان سر زاویه گردید؟۱۰
11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
این از جانب خداوند شد و در نظر ما عجیب است.۱۱
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
آنگاه خواستند او را گرفتار سازند، اما از خلق می‌ترسیدند، زیرا می‌دانستند که این مثل رابرای ایشان آورد. پس او را واگذارده، برفتند.۱۲
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ.
و چند نفر از فریسیان و هیرودیان را نزدوی فرستادند تا او را به سخنی به دام آورند.۱۳
14 οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. εἶπον οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;
ایشان آمده، بدو گفتند: «ای استاد، ما را یقین است که تو راستگو هستی و از کسی باک نداری، چون که به ظاهر مردم نمی نگری بلکه طریق خدارا به راستی تعلیم می‌نمایی. جزیه دادن به قیصرجایز است یا نه؟ بدهیم یا ندهیم؟۱۴
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.
اما اوریاکاری ایشان را درک کرده، بدیشان گفت: «چرامرا امتحان می‌کنید؟ دیناری نزد من آرید تا آن راببینم.»۱۵
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπον· Καίσαρος.
چون آن را حاضر کردند، بدیشان گفت: «این صورت و رقم از آن کیست؟» وی راگفتند: «از آن قیصر.»۱۶
17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἐθαύμασαν ἐπ᾽ αὐτῷ.
عیسی در جواب ایشان گفت: «آنچه از قیصر است، به قیصر رد کنید وآنچه از خداست، به خدا.» و از او متعجب شدند.۱۷
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·
و صدوقیان که منکر هستند نزد وی آمده، از او سوال نموده، گفتند:۱۸
19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
«ای استاد، موسی به ما نوشت که هرگاه برادر کسی بمیرد و زنی بازگذاشته، اولادی نداشته باشد، برادرش زن او رابگیرد تا از بهر برادر خود نسلی پیدا نماید.۱۹
20 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν. καὶ ὁ πρῶτος ἔλαβε γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα.
پس هفت برادر بودند که نخستین، زنی گرفته، بمرد واولادی نگذاشت.۲۰
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανε, καὶ οὐδὲ αὐτὸς [οὐκ] ἀφῆκε σπέρμα. καὶ ὁ τρίτος ὡσαύτως.
پس ثانی او را گرفته، هم بی‌اولاد فوت شد و همچنین سومی.۲۱
22 καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. ἐσχάτη πάντων ἀπέθανε καὶ ἡ γυνή.
تا آنکه آن هفت او را گرفتند و اولادی نگذاشتند و بعد ازهمه، زن فوت شد.۲۲
23 ἐν τῇ οὖν ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
پس در قیامت چون برخیزند، زن کدام‌یک از ایشان خواهد بود ازآنجهت که هر هفت، او را به زنی گرفته بودند؟»۲۳
24 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ;
عیسی در جواب ایشان گفت: «آیا گمراه نیستید از آنرو که کتب و قوت خدا را نمی دانید؟۲۴
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
زیرا هنگامی که از مردگان برخیزند، نه نکاح می‌کنند و نه منکوحه می‌گردند، بلکه مانندفرشتگان، در آسمان می‌باشند.۲۵
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως, ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ Θεὸς λέγων, ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ;
اما در باب مردگان که برمی خیزند، در کتاب موسی در ذکربوته نخوانده‌اید چگونه خدا او را خطاب کرده، گفت که منم خدای ابراهیم و خدای اسحاق وخدای یعقوب.۲۶
27 οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
و او خدای مردگان نیست بلکه خدای زندگان است. پس شما بسیار گمراه شده‌اید.»۲۷
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή;
و یکی از کاتبان، چون مباحثه ایشان را شنیده، دید که ایشان را جواب نیکو داد، پیش آمده، از او پرسید که «اول همه احکام کدام است؟»۲۸
29 ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι·
عیسی او را جواب داد که «اول همه احکام این است که بشنو‌ای اسرائیل، خداوندخدای ما خداوند واحد است.۲۹
30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
و خداوندخدای خود را به تمامی دل و تمامی جان وتمامی خاطر و تمامی قوت خود محبت نما، که اول از احکام این است.۳۰
31 καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.
و دوم مثل اول است که همسایه خود را چون نفس خود محبت نما. بزرگتر از این دو، حکمی نیست.»۳۱
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·
کاتب وی راگفت: «آفرین‌ای استاد، نیکو گفتی، زیرا خداواحد است و سوای او دیگری نیست،۳۲
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
و او رابه تمامی دل و تمامی فهم و تمامی نفس و تمامی قوت محبت نمودن و همسایه خود را مثل خودمحبت نمودن، از همه قربانی های سوختنی وهدایا افضل است.»۳۳
34 καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
چون عیسی بدید که عاقلانه جواب داد، به وی گفت: «از ملکوت خدادور نیستی.» و بعد از آن، هیچ‌کس جرات نکردکه از او سوالی کند.۳۴
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι;
و هنگامی که عیسی در هیکل تعلیم می‌داد، متوجه شده، گفت: «چگونه کاتبان می‌گویند که مسیح پسر داود است؟۳۵
36 αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
و حال آنکه خود داود در روح‌القدس می‌گوید که خداوند به خداوند من گفت برطرف راست من بنشین تا دشمنان تو را پای انداز تو سازم؟۳۶
37 αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
خودداود او را خداوند می‌خواند؛ پس چگونه او راپسر می‌باشد؟» و عوام الناس کلام او را به خشنودی می‌شنیدند.۳۷
38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς
پس در تعلیم خود گفت: «از کاتبان احتیاطکنید که خرامیدن در لباس دراز و تعظیم های دربازارها۳۸
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις.
و کرسی های اول در کنایس و جایهای صدر در ضیافت‌ها را دوست می‌دارند.۳۹
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι! οὗτοι λήψονται περισσότερον κρῖμα.
اینان که خانه های بیوه‌زنان را می‌بلعند و نماز را به ریاطول می‌دهند، عقوبت شدیدتر خواهند یافت.»۴۰
41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον.
و عیسی در مقابل بیت‌المال نشسته، نظاره می‌کرد که مردم به چه وضع پول به بیت‌المال می‌اندازند؛ و بسیاری از دولتمندان، بسیارمی انداختند.۴۱
42 καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης.
آنگاه بیوه‌زنی فقیر آمده، دوفلس که یک ربع باشد انداخت.۴۲
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
پس شاگردان خود را پیش خوانده، به ایشان گفت: «هرآینه به شما می‌گویم این بیوه‌زن مسکین از همه آنانی که در خزانه انداختند، بیشتر داد.۴۳
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
زیرا که همه ایشان از زیادتی خود دادند، لیکن این زن ازحاجتمندی خود، آنچه داشت انداخت، یعنی تمام معیشت خود را.»۴۴

< Κατα Μαρκον 12 >