< Κατα Λουκαν 7 >
1 Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
A kad svrši sve rijeèi svoje pred narodom, doðe u Kapernaum.
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
U kapetana pak jednoga bijaše sluga bolestan na umoru koji mu bješe mio.
3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
A kad èu za Isusa, posla k njemu starješine Judejske moleæi ga da bi došao da mu iscijeli slugu.
4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο.
A oni došavši k Isusu moljahu ga lijepo govoreæi: dostojan je da mu to uèiniš;
5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
Jer ljubi narod naš, i naèini nam zbornicu.
6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
A Isus iðaše s njima. I kad veæ bijahu blizu kuæe, posla kapetan k njemu prijatelje govoreæi mu: Gospode! ne trudi se, jer nijesam dostojan da uðeš pod moju strehu;
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
Zato i ne držah sebe dostojna da ti doðem, nego samo reci rijeè, i ozdraviæe sluga moj.
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
Jer i ja sam èovjek pod vlasti, i imam pod sobom vojnike, pa reèem jednome: idi, i ide; i drugome: doði, i doðe; i sluzi svojemu: uèini to, i uèini.
9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
A kad to èu Isus, zaèudi mu se, i okrenuvši se narodu koji iðaše za njim reèe: kažem vam: ni u Izrailju tolike vjere ne naðoh.
10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
I vrativši se poslani naðoše bolesnoga slugu zdrava.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
I potom iðaše u grad koji se zove Nain, i s njim iðahu mnogi uèenici njegovi i mnoštvo naroda.
12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
Kad se približiše k vratima gradskijem, i gle, iznošahu mrtvaca, jedinca sina matere njegove, i ona bješe udovica i naroda iz grada mnogo iðaše s njom.
13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε·
I vidjevši je Gospod sažali mu se za njom, i reèe joj: ne plaèi.
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
I pristupivši prihvati za sanduk; a nosioci stadoše, i reèe: momèe! tebi govorim, ustani.
15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
I sjede mrtvac i stade govoriti; i dade ga materi njegovoj.
16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
A strah obuze sve, i hvaljahu Boga govoreæi: veliki prorok iziðe meðu nama, i Bog pohodi narod svoj.
17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
I otide glas ovaj o njemu po svoj Judeji i po svoj okolini.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
I javiše Jovanu uèenici njegovi za sve ovo.
19 καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
I dozvavši Jovan dva od uèenika svojijeh posla ih k Isusu govoreæi: jesi li ti onaj što æe doæi, ili drugoga da èekamo?
20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
Došavši pak ljudi k njemu rekoše: Jovan krstitelj posla nas k tebi govoreæi: jesi li ti onaj što æe doæi, ili drugoga da èekamo?
21 ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
A u taj èas iscijeli mnoge od bolesti i od muka i od zlijeh duhova, i mnogima slijepijem darova vid.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
I odgovarajuæi Isus reèe im: idite i kažite Jovanu što vidjeste i èuste: slijepi progledaju, hromi hode, gubavi èiste se, gluhi èuju, mrtvi ustaju, siromašnima propovijeda se jevanðelje.
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
I blago onome koji se ne sablazni o mene.
24 ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
A kad otidoše uèenici Jovanovi, poèe narodu govoriti za Jovana: šta ste izišli u pustinji da vidite? Trsku, koju ljulja vjetar?
25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
Šta ste dakle izišli da vidite? Èovjeka u meke haljine obuèena? Eto, koji gospodske haljine nose i u slastima žive po carskijem su dvorovima.
26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
Šta ste dakle izišli da vidite? Proroka? Da, ja vam kažem, i više od proroka;
27 οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·
Jer je ovo onaj za koga je pisano: eto ja šaljem anðela svojega pred licem tvojijem koji æe pripraviti put tvoj pred tobom.
28 λέγω [γὰρ] ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.
Jer vam kažem: nijedan izmeðu roðenijeh od žena nije veæi prorok od Jovana krstitelja; a najmanji u carstvu Božijemu veæi je od njega.
29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
I svi ljudi koji slušahu i carinici opravdaše Boga, i krstiše se krštenjem Jovanovijem;
30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.
A fariseji i književnici odbaciše svjet Božij za njih, i ne htješe da ih on krsti.
31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
A Gospod reèe: kakvi æu kazati da su ljudi ovoga roda? I kakvi su?
32 ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
Oni su kao djeca koja sjede po ulicama i dozivaju jedno drugo i govore: svirasmo vam, i ne igraste, žalismo vam se, i ne plakaste.
33 ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει.
Jer doðe Jovan krstitelj koji ni jede hljeba ni pije vina, a vi kažete: ðavo je u njemu;
34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
Doðe sin èovjeèij koji i jede i pije, a vi kažete: gle èovjeka izjelice i pijanice, druga carinicima i grješnicima.
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων!
I opravdaše premudrost sva djeca njezina.
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.
Moljaše ga pak jedan od fariseja da bi objedovao u njega; i ušavši u kuæu farisejevu sjede za trpezu.
37 καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
I gle, žena u gradu koja bješe grješnica doznavši da je Isus za trpezom u kuæi farisejevoj, donese sklenicu mira;
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
I stavši sastrag kod nogu njegovijeh plakaše, i stade prati noge njegove suzama, i kosom od svoje glave otiraše, i cjelivaše noge njegove, i mazaše mirom.
39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
A kad vidje farisej koji ga je dozvao, reèe u sebi govoreæi: da je on prorok, znao bi ko i kakva ga se žena dotièe: jer je grješnica.
40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε, εἰπέ.
I odgovarajuæi Isus reèe mu: Simone! imam ti nešto kazati. A on reèe: uèitelju! kaži.
41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
A Isus reèe: dvojica bijahu dužni jednome dužniku, jedan bješe dužan pet stotina dinara a drugi pedeset.
42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;
A kad oni ne imadoše da mu vrate, pokloni obojici. Kaži koji æe ga od njih dvojice veæma ljubiti.
43 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
A Simon odgovarajuæi reèe: mislim onaj kome najviše pokloni. A on mu reèe: pravo si sudio.
44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.
I okrenuvši se k ženi reèe Simonu: vidiš li ovu ženu? Ja uðoh u tvoju kuæu, ni vode mi na noge nijesi dao; a ona suzama obli mi noge, i kosom od glave svoje otr.
45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
Cjeliva mi nijesi dao; a ona otkako uðoh ne presta cjelivati mi nogu.
46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
Uljem nijesi pomazao glave moje; a ona mirom pomaza mi noge.
47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
Zato kažem ti: opraštaju joj se grijesi mnogi, jer je veliku ljubav imala; a kome se malo oprašta ima malu ljubav.
48 εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
A njoj reèe: opraštaju ti se grijesi.
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
I stadoše u sebi govoriti oni što sjeðahu s njim za trpezom: ko je ovaj što i grijehe oprašta?
50 εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
A ženi reèe: vjera tvoja pomože ti; idi s mirom.